Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικὴν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον , παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα · νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν , ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάν- τεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη — οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν , ἀλλὰ τὸ μὴ πάντοτε, μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον, μηδ’ ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἶ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τε- ταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν — ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προα- γορευτικὴν , τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν.
τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσ- χερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ
οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην τις φήσει παρέχειν τὴν τῶν ἐσομένων ἀγαθῶν τροαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ’ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἶ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλ- πίκασιν.
ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἔκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ’ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι , πολλάκις δὲ καὶ μει.οῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ · τὴν δὲ τῶν κακῶν προαγόρευσιν , καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέ- γεσθαι, μεγάλως συνταράττειν.
ἀλλ’ ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινε , τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυ- λαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην , ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι.