Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ, καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ᾿ οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης.
τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν, ἀλλ᾿ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνί- στορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς;
οὕτω δὲ τὸ πᾶν οὐ θεῖον, οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν· ὥστε κἀν ταῖς μεγίσταις συμφοραἳς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι.
ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδω-
καὶ τούτων παρ’ αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ’ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰ- κείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυ- νατοὶ πεφώρανται · οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμ- φοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἂν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν.