Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ᾿ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.
Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲτὰ πάντα σχεδὸν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μήποτ᾿ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεἴ-
ὃ δὴ καὶ μάλιστα θρυ- λοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ παν- ταχόσε γῆς βοῶντας, ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν , μηδαμῆ μηδενὸς ἐθέλοντας μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν χαἲ πρόγνωσιν ἔνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν.
οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεως τε καὶ πολέμων οἶ δεδηλωμένοι , σκέψασθαί τε τῶν πα- λαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνι- κάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προ- νοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων.
καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι’ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμέ νοῦς παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγ-