Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἕν δέ τι προσθεὶς τοῖς εἰρημέμνοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι , ἀλλὰ καὶ ἔναγχος καθ’ ἡμὰς αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βα- σάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν τὴνπᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πὰν εἶναι ὁμολογήσαντες · οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο.
διὸ
Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους , πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων.
καὶ ἦσάν γε παρ’ αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προιστάμεναι τῆς δόξης, ὡς οἶ ἀπὸ τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου, , κυνικοὶ τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες , οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν
μυρίων δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων , ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ ἴ’ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων