Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ᾿ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβία- στον αὐτοῖς περιέχει τὴν ἐξήγησιν.

τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία.

ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι.

πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ καὶ λίθων, ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρου-

v.1.p.156
στικὰ καί τινων ἀπελαστικἀ, τὰ δὲ συνάγειν πεθυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαν- νύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν, σώζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν, τρέπειν τε διόλου, καὶ τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε, καὶ τὰ μὲν πρὸς πλείω χρόνον , τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν, καὶ πάλιν τὰ μὲν εἰς πλῆ- θος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν, καὶ τῶν μὲν τάδε ἡγεῖσθαι , τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγιείας εἶναι τινὰ ποιητικὰ , ἰα- τρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, , τὰ δὲ νοσοποιὰ τυγ- χάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ, καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν, φθίνειν, ζῴων τε εἶναι καὶ φυτῶν καὶ ῥιζῶν ἀντι- παθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἶς τελίσκεται τὰ γιγνόμενα · ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέ τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐν- τὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνερ- γεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν.

προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας, τό

v.1.p.157
τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον του πλήθους, καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων, τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προὐ̓πισχνου- προυπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων, ὡς μή τινα συνιέναι τὸ χρησθὲν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν.