Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Δῖός λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου, καὶ τὸν θεὸν εἶναι σῶμα, καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ’ ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι

v.1.p.124
  • Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος, ἄφθιτος αἰθὴρ,
  • ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται.
  • δι᾿ ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν, νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀπεφήνατο εἶναι.

    τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς. ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέ- γει, Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων, θεὸς ἐκ θεῶν· σαφῶς τὸν θεολογούμενον Δία οὐδὲ ἄλλον ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ τῶν ἐπῶν ἑρμηνεύσας.

    Αἰγυπτίων δὲ ὁ λόγος, παρ᾿ ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν, (ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν,) συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν.

    ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προσ- τίθησι, τὸν τῶν ὅλων ποιητὴν θεὸν τὸν δημιουργικὸν νοῦν τοῦτον φάσκων εἶναι τὸν τεθεολογημένον.