Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πῶς δ᾿ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητὴς, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος; εἰ δὴ παρ᾿ Αἰγυπτίων ἢ καὶ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας , οἶ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι, οὐδ᾿ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιε- χόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.

καὶ ὁ Χαι-

v.1.p.125
ῥήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει οὐδ᾿ ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι, οὐδ᾿ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν καὶ τῶν λοι- πῶν ἀστέρων, πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρ- μηνεύοντας.

Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν, ἢ πῶς, ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσι τὸν ἐπέκεινα τοῦ κόσμου θεὸν, καὶ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν κατεβάλλετο; ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν;

ἀλλ᾿ οὐ τούτων γε οὐδὲν εἶδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ᾿ ἐκ πλειόνων μερῶν συνέστηκεν οὔτ᾿ ἂν γένοιτο αὐτοῦ κεφαλὴ οὐρανὸς, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ᾿ οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. πῶς δ᾿ ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ ἀὴρ εὐρυβίης καὶ γῆ καὶ ὀρέων αἰπεινὰ κάρηνα; ἢ πῶς ὁ αἰθὴρ νοῦς ποτ᾿ ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ;

ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ οὐδὲν ἐπιλέγειν χρή. ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου, καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν, καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν.