Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν δὴ θεολόγων τὰ δὴ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησαμένων τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ᾿ οἷόν τε ἦν οὔτ᾿, εἴ τις ἐπενόησε, τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν.

ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ᾿ ὃν ἐδημιούργει καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα· κάθηται δὲ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φανερὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεςίν ἐστι· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω Κεκρυμμένοις· ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ᾿ ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλλάγχνον, ἡ καρ-

v.1.p.123
δία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετὸν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν, ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετὸς, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα.”

Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλὸν τίνα ποτὲ ἄρα τὸν Δία φασὶν εἷναι τὰ ἔπη. ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλον ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον ἐκ παντοίων συνεστῶτα μερῶν, τῶν τε κατ’ οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ καὶ τοῖς παραπλησίοις.

μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ, εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλαττα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. ταῦτα δ’ ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον ἐκ μερῶν συνεστὼς διδάσκει.

λέγει δ’ οὖν

  • Πάντα γὰρ ἐν μεγάλῳ Ζῆνός τάδε σώματι κεῖται.
  • καὶ τίνα τὰ πάντα διασαφεῖ
  • πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ , νύξ τε καὶ ἦμαρ.
  • τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα
  • οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
  • ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται,