Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ποιητὴν μὲν γὰρ αὐτὸν καὶ σωτῆρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχὴν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ᾿ ὅσιον ἂν εἴη λέγειν.

καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προ-

v.1.p.126
νοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ’ ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι’ ὧν φησιν ‘‘οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.” καὶ πάλιν ‘‘ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.” καὶ πάλιν ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· ” ἀλλ’ οὐχ ὡς ἐν μέρει τοῦ κόσμου, οὐδ’ ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοί·.

ἀλλ’ εἰ χρὴ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν ‟ὁ οὐρανός μοι θρόνος (εἰπὼν), ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ”

εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ , θέα τὸ διάφορον τῆς θεολογίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο, οὐδὲ τὴν γῆν τῖς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος τὰς προνοητικὰς αὐτοῦ δυνάμεις διδάσκει· διό φησιν ‟ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.’’

ἀλλ’ οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου , οὐδέ γε μέρη ποτ’ ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα, μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς.