Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς , Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, ῾Ερμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ’ Αἰγυπτίοις ὁ ῾Ερμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ.
τοῦ δὲ παντὸς τὸν Πάνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα σύμβολα δόντες ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ’ οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ παντὸς ποικιλίας.”
Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα
Τὸν δημιουργὸν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ
τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαί φασιν ᾠὸν , ἐξ οὗ γεννᾶσθαι θεὸν, ὃν αὐτοὶ προσαγορεύουσι Φθὰ , οἶ δὲ Ἕλληνες Ἥφαιστον · ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν.
αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν, καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν , καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος.