Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιά- δες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ κάλαθον ἔχουσι τὸν μὲν τῶν ἀνθέων σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους.

τοῦ δὲ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέ-

v.1.p.138
μῶν ποιητικὴν καὶ αἱματουργὸν , βλάπτειν τε καὶ ὠφελεῖν δυννμένην ἐποίησαν.

τὸν δὲ τῆς ᾿Αφροδίτης ἀστέρα θεωρήσαντες γενεσιουργὸν, ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δὲ, ὅτι καὶ

  • Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.
  • καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοι- χείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶντος , τὸ σπερματικὸν αἰνιττόμενος.

    τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσι δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάντων.