Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἥλιον δὲ σημαίνουσι ποτὲ μὲν δι’ ἀνθρώπου ἐπιβεβηκότος πλοίου, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ , ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσήμαινε τοίνυν ὁ ἥλιος δι’ ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖσθαι.
τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν ᾿Ισιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ’ ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσι.
τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ’ Ἕλλησι καὶ Ἶσις παρ’ Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ’ Ἕλλησι καὶ Διό- νυσος , καὶ Ἴσις καὶ Ὄσιρις παρ’ ’ Αἰγυπτίοις. αὕτη δὲ τρέφουσα καὶ αἱροῦσα τὰ ἐπὶ γῆς · ὁ δὲ Ὄσιρις παρ’ Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσεσθαι εἰς γῆν ἀφανιζομένην
λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως · ἀλλ’ ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ ᾿Οσίριδι ᾿Ισις ἡ Αἰγυπτία ἐστὶ γῆ διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς · διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. ”
Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μὲν, ἀλλ’ ἀνδρείκελον καὶ καθήμενον, κυανοῦν τε τὴν χροιὰν, κεφαλὴν δὲ κριοῦ κεκτημένον, καὶ βασίλειον, κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ, παρακειμένου κεραμέου ἀγγείου, ἐφ’ οὗ ἄνθρωπον ἀναπλάσσειν. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σελήνη.