Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. τόξα δὲ φέρει καθάπορ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα.
πάλιν δ᾿ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικὴν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικὴν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ.
συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ , δύναμιν ἐμποιοῦσαν αὐτῇ. καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι.
τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιὸν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον.
τῶν δὲ καιρῶν σύμβολα οἱ Κουρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει.