Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τῆς δ᾿ αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ᾿ ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. ὁμοίως μέντοι καὶ τὴν φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φω- τὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές.
ὁ δὲ Κέρβερος τρικέφαλος μὲν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολὴ, μεσημβρία, δύσις.
τὴν δὲ σελήνην, παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· λοχία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν.
ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνἀ τις οὖσα.
Εκάταη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρί-