Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦ δ’ αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πέλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορὰς, ἔνθα τοῦ πυρός ἐστι τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον . τὸ δὲ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ’ ὕλης · διὸ χωλεύει , ὕλης δεόμενον εἰς ὑπέρεισμα.

καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσι, τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν.

καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα προσεῖπον αὐτὸν, ἐκ τοῦ κλᾶσθαι αὐτὸν πρὸς τὸν ἀέρα ἀπ’ ἀνατολῆς εἰς δύσιν ἰόντα. δώδεκα δ’ ἄθλους ἐκμοχθεῖν ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζωδίων τὸ σύμβολον ἐπιφημίσαντες · ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μήνυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος.

τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον · ᾧ τὸ μὲν βάκτρον δεδώκασι, τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναπαύσεως, ὁ δὲ ὄφις περισπειρᾶται , τῆς περὶ τὸ σῶμα

v.1.p.136
καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· (καὶ μὴν ὑφιστάντες ἡμῖν τὸν κόσμον οἱ φυσικοὶ τὰ περὶ τὴν γῆν ἰλυσπώμενα τῶν ζῴων τῆς παχυτάτης καὶ γεώδους ᾐτιάσαντο οὐσίας·) πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται. δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην.

τῆς δ᾿ αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ᾿ ἣν τοὺς καρποὺς πε- παίνει ἡ πυρὸς δύναμις, Διόνυσος κέκληται ἑτέρως, ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις , ἢ παρὰ τὸ περιδινεῖν, ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὦρος κατὰ τοῦτο κέκληται.