Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τί δὴ οὑν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκόν ἐστιν ἡμῖν, οἶς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος παρὰ τοὐ παμβασιλέως τῶν ὅλων θεοῦ, διανοίας ὄμμασι κεκαθαρμένοις θεωρητική;
τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν, καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον , τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίας τιμῆς, ὅν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν , Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους;
τίς δ’ ἂν ὑπομείνειε σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας , τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη , εἰ δὴ οἶ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἶ Σάτυροι, αἶ δὲ Βάκχαι τὰς εἰς ἔκτασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς ;
καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνῃ , καὶ τὴν τόν ἑξῆς ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεὺς, τόνδε ἐπεξιὼν τὸν τρόπον
‟Τὴν Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες.