Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη, οὐδ’ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη ἂν θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων;

εἰ δὲ καὶ ὁ νοῦς τοῦ Δῖός οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν

v.1.p.127
ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίεσθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε ἀὴρ, ὅ τε αἰθὴρ, ὅρα ποῦ σοι τοῦ Δῖός ὁ νοῦς ἀποπέπτωκε.

καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὑ φρονούντων τοῦτον ᾡ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος , εἰ δὴ τοιαύτη παν- τὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τὰ ἐναντία παραληπτέον, ὅτι τε μὴ οὐρανὸς ὢν τυγχάνει, μήτε αἰθὴρ μήθ’ ἥλιος μήτε σελήνη, μήθ’ ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος · ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα μικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις · τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ’ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω.

εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.” καὶ πάλιν σὺ κύριε κατ’ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” καὶ αὖθις ‟ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.”

Ταῦτα μὲν οὑν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ καὶ τὰ ἐξῆς διασκοπήσωμεν. ἐπεὶ μὴ οἷόν τ’ ἦν , φησὶν, εἰκόνα τοιαύτην δημιουργεῖν οἴαν ὁ λόγος ἐμήνυσε, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ Δῖός τὸ δείκηλον πεποιήκασιν , ὅτι νοῦς ἦν καθ’ ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα.