Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ταῦτ’ οὖν τοῦ Ἀνδρῶνος περὶ Πυtαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος. εἰ μψ περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσΜντο.περὶ αὐτοῦ, καὶ ἔλε·γον, ταῦτα καὶ αὐτὸς εἰπών νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόμαψι; μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κἐχρη- τᾶι τοῖς αὐτοῖς , ἕτερον δ’ ὄνομα μετενήνοχε ’ Φερε- κύδην yco τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα.
οὐ μόγον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπὴν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ τῆς πρ,ρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ’ Άνδρωιος ῥηθὲν ἐν Συρίᾳ εἰρῆσθαί φησιν ὁ Θεό- πομπος , τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεας ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετέθηκεν.
ἵνα δἰ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέ- λέγων. κἀγὼ, φησὶν ὁ Νικαγόρας, τοῖς Eλληνικοῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινὸν, ὅτι ἐπὶ τὸ χεῖρον.
τὰ γοῦν περὶ τῆς Φαρ-
λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργα- σίαν ἐμβάλλειν καὶ ἐπιδείνυσθαι σπουδάζων βραδὺί καὶ μέλλων καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται, κμ· τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρω7.
’ Ταῦτ’ εἰπόντος τοῦ Νικαγόρου ὁ Ἀπολ ώ- ὤνιος, Καὶ τί θαυμάζομεν , ἔφη, εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρῳ οὕ- τὼς ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος τῆς ἀρροστίας ταύτης ἐπλήσθη , ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τι ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς παραλλήλοις αὐτοῦ τε καὶ ἀφ’ ὧν ἔκλεψεν αλογαῖς; Λατῖνος δὲ ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ ’τον κλοπῶν ἐξέφηνε·
καθάπερ ὁ Ἀλεξανδρεὺς Φλόστρατος Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κα- τεβάλετο. Καικίλιος δὲ, ὥς τι μέγα πεφωρακὼς, Sλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, tov Οἰω- οἰωνιστήν, μεταγράψαι φησὶ τὸν Μένανδρον εἰς τὸν Δεισιδαίμονα.
ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν, οὐκ οἶδ’ ὅπως, ὑμῖν, φησὶν , εἰς τὸ μέσον ἀγαγεῖν, μηνύω καὐτὸς Ὑπερείδην τὸν καλὸν πολλὰ παρὰ Δη- μοσθένους κεκλοφότα ἔν τε τῷ πρὸς Διώγδαν λόγῳ κἀν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν.
καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε πρόδηλον· συγχρο- νούντων δ’ αὐτῶν, ἡμῶν μὲν ἂν εἴη ἔρλον, φησὶν, co Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέ-
Καὶ μετὰ βραχέα φησί
“ Καὶ τί ὑμῖν λέγω ὡς τὰ Βαρβαρικὰ νόμιμα Ἑλλανίκου ἐκ τῶν Προδότου καὶ Δαμάστου συνῆκται ; ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως, βραχέα παραποιήσας , τὰ τοῦ φοίνικος ὀρνέου καὶ περὶ τοῦ ποταμίου ἵππου καὶ τῆς θήρας τᾶν κροκοδείλων; ;
ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα παρ’ Ἰσαίῳ ἐν τῷ περὶ τοῦ Κύλωνος κλήρου καὶ παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται καὶ παρὰ τῷ Δημοσθένει ἐν τῷ κατὰ Ὀνήτορος ἐξούλης σχεδὸν διὰ τῶν αὐτῶν εἴρηται; ἢ ὡς Δείναρχος ἐν τῷ πρώτῳ κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν αὐτοῖς ὀνόμασιν ἐκ τοῦ Δημοσθένους κατὰ Κόνωνος αἰκίας;