Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
πλὴν ἀλλ’ οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασὶ, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ.
πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς, ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὅρος , τὰς καθαρὰς χεῖρας ἐκτείνας τείνας εἰς οὐρανὸν, κοινὸν ἐπικαλέσας πατέρα τὸν θεὸν, ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα.
ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει, καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν. ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται εὐκαρπία , ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς.
καὶ ἐπεκαλέσατο, φησὶ, Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.
Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. εἰ δέ σοι μὴ πιστὸς οὗτος , ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν , καὶ δὴ ἐάσθω, καίπερ οὐκ , οἰκείαις φωναῖς, ταῖς δ’ αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. τί δ’ ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ’ αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων ; δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας.
“Τὰ Πλατώνεια ἑστιῶν ἡμὰς Λογγῖνος ‘Αθήνησι κέκληκεν ἄλλους τε πολλοὺς καὶ Νικαγόραν τὸν σοφιστὴν καὶ Μαΐωρα, Ἀπολλώνιόν τε τὸν γραμματκὸν, καὶ Δημήτριον τὸν γεωμέτρην, Προσήνην τε τὸν περιπατητικὸν καὶ τὸν Στωϊκὸν Καλλιἐτην.
μεθ’ ὧν ἕβδομος αὐτὸς κατακλινεὶς , τοῦ δείπνου προκόπτοντος , καί τινος ζήτης ἕως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης, Ἀκούσωμεν, ἴφη, τίς ὁ περὶ Ἐφόρου θόρυβος. ἦσαν δ’ οἱ ζητοῦντες Καύστριός τε καὶ Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προυτίθει, ὁ δὲ Καύστριος κλέπτην ἀπεκάλει.
καὶ τί γὰρ Ἐφόρου ἴδιον, ἔφη, ἐκ τῶν Δαιμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους;
πρὸς ὃν ὁ γραμματικὸς Ἀπολλώνιος ἔφη, οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον , ὃν σὺ προτιμᾷς, κατείληφε τουτὶ τὸ πάθος, ἐν μὲν τῇ ἑνδεκάτῃ τῶν Περὶ Φιλίπποτυ ἐκ τοῦ Ἰσοκράτους Ἀρεοπαγιτικοῦ μεταγράφαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα, ὅτι τῶν ἀγαθῶν καὶ
καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην ^ καὶ νενικῆσθαι ὑφ’ ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶΜαυσωλῷ ἀγῶνα τὸν διδάσκαλον. πραγμάτων δ’ ὑφαίρεσιν πεποίηται, μεταθεὶς τὰἐπ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον.
Ανδρω- νος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλο- ψ́φου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος, εἰπόντος ’s ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος ψἐατος ἀνιμήσας καὶ πιὼν προεῖπεν Λς εἰς τρίτην ἡμ́ραν ἔσοιτο σεισμὸς, καὶ ἕτερά τινα τούτοις ἐπα- γα:ὼν ἐπιλέγει,