Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἢ Ἡσιόδου

  • οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον
  • τῆς ἀγαθῆς, τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
  • ταύτην τὴν διάνοιαν Σιμωνίδης ἐν τῷ ἑνδεκάτῳ μετηνεγκε λαβὼν οὕτως
  • γυναικὸς οὐδὲν χρῆμ’ ἀνὴρ ληίζεται
  • ἄμεινον ἐσθλῆς, οὐδὲ ῥίγιον κακῆς.
  • Εὐριπίδης δὲ ἐν Μελανίππῃ τῇ δεσμώτιδι
  • τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται
  • γυναικὸς, ἐσθλῆς δ’ οὐδὲν εἰς ὑπερβολὴν
  • πέφυκ’ ἄμεινον · διαφέρουσι δ’ αἱ φύσεις.
  • τοῦ δὲ Εὐριπίδου εἰπόντος

  • γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν,
  • v.1.p.538
    Θεοδέκτης ἐν Ἀλκμαίωνί φησι
  • σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος,
  • ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτὸν
  • γυναικὸς.
  • οὕτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται· καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι ἢ δοκεῖν εἰλη- φέναι παρὰ τοῦ γεγεννηκότος.

    ὁ δ’ Ἀντίμαχος τὰ Ὀμήρου κλέπτων παραδιορθοῖ. Ὁμήρου γὰρ εἰ- πρντος

  • Ἴδεώ θ’ ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν
  • Ἀντίμαχος λέγει
  • Ἴδεώ θ’ ὃς κάρτιστος ἐπιχθονίων ἤν ἀνδρῶν.
  • καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν , ὡς δι’ αὐτῆς ἐστηριγμένου τοῦ στίχου.

    τὸ γὰρ

  • τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Διομήδης
  • σιγῶ, Ὀμήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ
  • τὸν δ’ ἀπα|“ειβόμενο,
  • ὅπερ οὕτω πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος με- ταθεῖναι.

    τοῦ δὲ

  • λαῶν οἶσιν ἄνασσε, πατὴρ δ’ ὣς ἤπιος ἦεν,
  • Ὁμηρικοῦ ὄντος, καὶ πάλιν ἀλλαχοῦ που λεγομένου,
  • οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,
  • ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια πεποίηκε
  • λαῶν οἷσιν ἄνασσον ἐκαρτύνοντο φάλαγγας.
  • ἀλλ’ ἔνα μὴ καὶ αὐτὸς κλοπῆς ἄλλους αἰτιώμενος κλέπτης ἀλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τού- τούτων μηνύσω. Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς Ἐφόρου κλοπῆς, Ἀλκαῖος δὲ, ὁ τῶν λοιδόρων ἰάμ-

    v.1.p.539
    βῶν καὶ ἐπιγραμμάτων ποιητὴς, παρῴδηκε ‘Εφόρου κλοπὰς ἐξελέγχων , Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν Περὶ τῆς Κτησίου κλοπῆς, τοῦ δ’ αὐτοῦ καὶ Περὶ τῆς Προδότου κλοπῆς ἐστι βιβλίον, καὶ ἐν τῷ ἐπιγραφομένῳ Ἰχνευταί πολλὰ περὶ Θεοπόμπου λέγεται , Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως προγματεία, ἐξ ὣν τοιαῦτα πολλὰ ἔστι γνῶναι.”

    Καὶ μεθ’ ἕτερα

    “Καὶ ὁ Προσήνης, Τοὺς μὲν ἄλλους, ἔφη, κλέπτας ἐφωράσατε · ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἥρως Πλάτων, οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζομεν, πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ , αἰδοῦμαι γὰρ τῷ τῆς κλοπῆς ὀνόματι ἐπὶ τούτου χρῆσθαι, οὐκέτι κατειλήφατε.

    τί λέγεις; ἔφη ὁ Καλλιέτης. οὐ λέγω μόνον, φησὶν, ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ παρέχω. σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία, ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου κλοπάς . ἐγὼ δ’ οὖν, ᾗ κατὰ τύχην περιπέπτωκα, Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον, πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν · ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν.”

    Καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις.

    ἀλλ’ ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραξέων ὁ τρόπος, ὅτι τε οὐδὲ τοῦ καθ’ ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. μένα. ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν, τά τε πρῶτα αὐτῶν μαθήματα, καὶ τὰ σεμνὰ τῆς λογικῆς ἐπιστήμης ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα,

    v.1.p.540
    ὡς ἂν μηκέθ’ ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ τοῖς βαρβάροις εὐσέβειάν τε καὶ φιλοσο- φίαν τῶν παρ’ αὐτοῖς σεμνῶν προτετιμήκαμεν.

    Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέ- θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας τὴν παρ’ Εβραί- ὄις θεολογίαν προτετιμήκαμεν γνοίης ἂν, μαθὼν ὡς καὶ αὐτῶν Ελλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλο- σοφίας ἁψάμενοι, καί τι πλέον καὶ μεῖζον τῆς παν- δήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες, οὐδέτερα τῶν παρὰ τοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα.

    οἶ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευ- δοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολεσχίας περιε- τράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρη- μένοι , ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ πεφήνασι διδασκα- λίας.