Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ᾿ ἀγαθοῦ δαέμονος ἢ ἐπ᾿ ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορφύρας καὶ χρυσοφορίας καταξιωθήσεται.
Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. Ἄρης Ἡλίῳ τετράγωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ· ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ἦ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ, ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ἦ, χεῖρον γενήσεται· πρὸς γάρ καὶ ταῖς διανοίαις ἐκστήσονται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὐπ᾿ αὐτοῦ ἀγαθά, ἀλλ᾿ ἐξ ὑπερεχόντων ἀργὰς καὶ ἄχλων ἐναντιώσεις ἐξουσιν. αἱ οὖν κατ᾿ ἰσόμοιρον στάσεις τῶν τετραγώνων καὶ διαμέτρων χαλεπαί.
Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν [*](2 Ἡλιον S] Δία M διαμετρήσει S 3 an 〈ἐκ〉 δεξιῶν? 4 γεννήσεται S, ἡγήσεται M, fort. recte 7 γίνονται S 9 τύχει S τοιοῦτο M 11 ἑώα οὖσα M] ἐοῦσα S 12 καὶ om. S δαίμονος om.S 13 τὸ σχῆμα om. S 15 cf. Anub. (Cat. II) 206, 25 17 χεῖρον Rad. 20 γίνοιτο S τὰ om. M 22 ῂ, ἐν κ. ζωδίος ἢ μ. M 23 δὲ καὶ ἐπὶ M 24 χείρων M 17 τοὐναντίον M 33 simillima Firmic. VI f. 68vb Ἡλίῳ S] ℂ M τετράγωνος Ma)
Εἰ δὲ τετράγωνος Ἄρης Σελήνη γένοιτο ἐπὶ τὸ εὐώνυμον μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις ἐφ᾿ ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὲ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, μἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν. εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι. πολλὴ δὲ διαφορά τετραγώνου καὶ διαμέτρου. ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέστατα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γίνονται,
Ἀφροδίτη Σελήνη τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦνδεξιῶν [*](1 μεγ. M 5 ᾖ M] ἦν S 6 εὐεργετικοὶ S ἐνεργητικαὶ Rad. 8 ἀρρεν. κ. θηλ. M, θηλυκαὶ S uempe οὐκ ἐναντίοι 10 συνοικοδεσποτεῖ et δεσπόζει S 13 ἀπονώτεροι M (S?) 15 γε aut τε) γενέσεως S 16 cf. Anub. 208, 32 17 τι. ποτάσσονται M dele ἢ: an εἰς στρατιωτικόν? 19 aut ταπεινή aut ταπεινὼται τοῦ τοῦ S] τοῦ τε 20 deiecta dicit Firmic. II 17, deiuncta Salm.; at nolui τῷ ὡρ. 24 καὶ εἰ S ὁιάμετρος M 25 διαμέτρου κ. τετραγ. M 26 ἐν καρκίνῳ M ἐντιστρἑφονται S 27 εἰς τὸ Δ M] ἐντὸς S 31 ♀ M] ♂ S)
Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παῤ αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγματισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες.
Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρχοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους κα μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι --- συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ, ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γάρ [*](1 πορφυρᾶς MS 2 φιλόφιλοι M, fort. recte 3 γενόμενοι S 4 ἡ γέν. δηλ. M τῶ M] τὸ S 9 τῶν τριγώνων Ma τρ. εἰ εἰς μέσον M 10 τύχοι S ἐὰν S] ἐν M Ἱχθύσι MSb] Καρκίνῳ Sa θεωρῆ M 13 ἡ μοῖρα MS 14 ἅπερ ἔχουσιν MS 17 καὶ om. M οὕτως S 18 cf. Firmic. VI f. 69rb ὄντος sc. Ἑρμοῦ 21 γεωμέτρους S? δὲ om. M 24 ἀπὸ M 25 γινωσκομένοις M 26 τῷ τὸ] τῶ M, τὸ S 27 potius ταὐτὰ 32 ἀγχινόους M)