Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες, ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη [*](3 πολλὰ M, fuitne πόλεων? 4 εἰ] οἱ MaS 5 καὶ om. M τοῦ ὡρ. τοῦ κλ. M (τὸν κλῆρον S ut vid.). 6 ἐπὶ τὸ γ. μάλιστα M 7 γὰρ καὶ S] ἢ M 8 αἴνεσιν M 9 τὺ γ. κακῶς διάξει M 10 χρόνιον δὲ ἢν M 11 Χρόνου Hermes ἀρρωστίαις S 12 nempe αίδοῖον ἢ δάκτυλον 13 ἰσχανῶσιν S τῶ ♂ M 14 λῃσταῖς καὶ φόνοις συνιστορήσει M 15 κακοποιῶ M 18 om. M 20 ἀπολεῖ τὴν οὐσίαν καὶ ὥσα ἂν κτ. οὐ παραμενεῖ· ζημίαις S 22 καὶ om. S 23 καταδυναστευθήσεται Hermes (cf. 74, 7) ἀπὸ S 24 προσκοπικὸς S 26 ἐπικυριεύση M cf. Plaut. Trin. 331 27 ἀπολέση M 28 non opus 〈καὶ〉 ζημίας. δώσωσι S ἐπαφρόδιτοι S)
Ἐὰν ἀγαθοποιοὶ τύχωσι τὸν κλῆρον ἢ τὴν ὥραν λαχόντες, ὁ γεννώμενος μέγας ἔσται καὶ ὄχλων ἡγήσεται καὶ νόμους θήσεται. Ἀφροδίτη τὰ μέγιστα χαρίζεται κυριεύουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου, μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίῳ τόπῳ οὖσα εὐκτήμονας ἐντίμους ἀποτελεῖ, τὸ αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀστέρων· ἐὰν γὰρ κρατῶσιν τῆς ὥρας ἢ τῆς τύχης, ποιήσουσι τὰ ἀγαθὰ κατὰ τὸ ἐπιβάλλον τῇ ἰδίᾳ φύσει καὶ τὸ τῆς ἀγαθῆς τύχης ἴδιον. ἐὰν δὲ ὁ τοῦ Ἄρεως τύχῃ καθὸ πρόκειται, ἄρξουσι παντοδαπῶν τόπων· γίνονται γὰρ ἢ στρατηγοὶ ἢ τύραννοι μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίων τόπων καὶ ζωῆς καὶ θανάτου κυριεύσουσιν οὐ μόνον ἐλαχίστων ἀλλὰ καὶ ἀξιολόγων ἀνθρώπων· ἐὰν δὲ ὁ τοῦ Κρόνου ἐπιπαρῇ τῷ τόπῳ, πολυκτήμονας ἐγγαίων καὶ τετραπόδων δεσπότας, κτίζοντας κώμας καὶ τόπους. εἰ δὲ ὁ Ἥλιος ἐπιπαρῇ, μεγιστάνων φίλους, ἐγγύς βασιλέων, ἱερῶν ἄρχοντας· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ, τὰς διὰ λόγων προκοπάς καὶ χρημάτων πλείστων καταξιουμένους. εἰ δὲ ἡ Σελήνη καλῶς σχηματιζομένη κληρὸσηται τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἐπὶ τοῦ ζῳδίου τυχοῦσα σὺν τῷ οἰκοδεσπότῃ αὐτῆς, πολυχρόνιοι γίνονται καὶ συγγηράσκουσιν ἐν εὐδαιμονίᾳ. οἱ οὖν ἀγαθοποιοὶ ἐπὶ παρόδων μεγάλα ὠφελοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκ ἰσχύουσι βλάπτειν.
[*](1 ἀπ. κατὰ τὸ μέλος M sc. aliis signis aliae corporis partes attributae sunt (Firmic. II 24) 4 κακοεργουμένους S ℂ συμπαρῇ τῆ ℂ M 5 ἐπιπαρῇ M 8 om. M καλαὶ S 9 ἐὰν οἱ M τὰν ὡρκ. ἢ τ. κλ. τῆς τύχης λ. M 11 τοῦ prius om. S 12 fort. ἰδιοτοποῦσα 15 τοῖς ἀγαθοῖς τόποις M 16 δὲ M] γὰρ S τύχης S πόπων M possis παντοδαπῷ τρόπῳ 17—18 γίνονται — τόπων om. S, ultima ex v. 12 repetita 18 θανάτους M 21 οἰκοδεσπότας M ἔτι παρῆ S 22 fort. βασιλέων 〈διάγοντας〉 (βασ. φίλους καὶ ἱερῶν θείων ἄρχ. Hermes) 23 possis τῆς — προκοπῆς an πίστεως (cf. Herm.)? 24 εἰ M] ἡ S κληρώσεται M 26 καὶ om. S συνγηράσουσιν M)Ἐὰν οἱ ἀγαθοποιοὶ κυριεύσωσι τοῦ ὡροσκόπου ἢ τῆς τύχης ἢ καὶ παρῶσιν, ἐν ἱεροῖς τὸν βίον ἕξουσιν· ἐὰν δὲ καὶ τὸν ἀρχέτυπον κλῆρον κληρώσωνται οἰκοδεσποτοῦντες ὄντες ἐν τῷ ὑπὸ γῆν, ὑπὸ δαιμονίων καὶ φαντασίας εἰδώλων χρηματισθήσονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τούτοις κληρωσάμενος τὴν τύχην ἢ τὸν ὡροσκόπον, διὰ κακῶν ἕξει τὸν βίον ἀσχημονῶν καὶ εἰς περίστασιν περιπεσεῖται σὺν ἑτέροις κακουργήσας καὶ βιαιοθανατήσει. παρατηρητέον ὅτι ὁ τόπος οὗτος μετὰ θάνατον εὐφημίας ποιεῖ καὶ καταλείψεις ἰδίοις· ἐν τούτῳ κακοποιοὶ τυχόντες τῷ τόπῳ οἷς ἂν θέλωσι τὰ αὑτῶν καταλείπουσιν.
Ἔν τούτῳ τῷ ζῳδίῳ ἐὰν τύχῃ ἡ Σελήνη κληρωσαμένη τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἰδιοπροσωποῦσα, ὁ γεννώμενος μέγας ἔσται καὶ πολλῶν ἀγαθῶν κυριεύσει· ἄρξει πόλεως καὶ πολλοῖς ἐπιτάξει καὶ ἐπακουσθήσεται καὶ θησαυρῶν κυριεύσει. εἰ δὲ συμπαρείη ταύτῃ ὁ Ἥλιος καὶ εἴη πεποιημένη τὴν ἀνατολήν, ἱερεὺς θεᾶς μεγίστης ἢ ἱέρεια καὶ ἕξει βίον ἀκαθυστέρητον. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνη, θεοχόλωτος ζημιωτικὸς πολλάκις ἐπὶ κριτάς ἐρχόμενος καὶ πολλὰ βλασφημήσει θεοὺς ἕνεκεν τῶν συμβαινόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ ὁ τοῦ Διὸς συμπαρῇ αὐτῇ, ἔσται προφήτης εὐτυχὴς πλούσιος ἔνδοξος, πολλῶν ἀγαθῶν κυριεύσει. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τῇ Σελήνῃ, πρακτικὸς μὲν ἀλλὰ ἀσεβής, καὶ παραθήκας ἀποστερήσει, ὅθεν ἀπ᾿ ἀλλοτρίων ἢ φόνων ἢ λῃστῶν τὸν βίον συνάξει, ξενιτεύσει δὲ πολλά. εἰ δὲ οἰκείως τύχῃ ἐν ἰδίοις προσώποις, ἀκολούθως τῇ διαιρέσει τῆς γενέσεως στρατηγὸς ἔσται χωρῶν καὶ πόλεων, ἄδικος ἐπίορκος ἀλλοτρίων ἐπιθυμητής, καὶ αίφνιδίως ἀπολεῖται χόλῳ ἐξουσίας. [*](1 inscr. om. M 3 ἀρχήτυπον S (quid ait nescio) κληρώσαιντο S 5 daemones et larvae eis responsa dabunt 6 Ἀρης S 8 πεσεῖται M βιαιοθανατήση S 9 παρατηρητέος M 10 ποιεῖν S καταλήψεις S, καταλήψει M 12 om. M 15 πόλεων Herm. 18 θεοῦ μεγίστου S, cf, Firmic. III 13, 5 19—23 θεοχόλωτος — Σελήνη om. S σημειωτικὸς M, corr. ex Herm. 22 an πολλῶν ἀνθρώπων? 23 Ἀρεως Herm.] Ἑρμοῦ M πραγματικὸς S 24 ἀπαλοτρίωσιν S 25 an ληστειῶν? τὸν om. S δὲ om. M 26 οἰκεῖος MS τύχει S ἰδίοις τόποις M fors. αἱρέσει 27 ἢ στρατ. S)
Τὸ δὲ ἐπαναφερόμενον τοῦ ὡροσκόπου, ἐν τούτῳ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέλους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γίνονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκανὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι δόσιν, ἀλλ᾿ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζημιαωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρόνου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ [*](1 Ἑρμῆς S ἐπικρατήσει S 3 γενόμενος S 4 διοικητὰς M 5 κεκληρῶσθαι M τῆς τύχης MS 7 κυριεύσει MS 10 genus dicendi quale ἡ δὲ δαφνηφορία, ξύλον ἐλαίας καταστέφουσι Procli Chesf. 248, 7, Raderm. Demetr. p. 79; Philostr. Vit. Ap. IV 16, 4, 28, 1, 2; Heiod. Aethiop. p. 3, 13 75, 11, 163, 9 Bk. 14 ἢ M] καὶ S 17 ἀρρωστιματικοὺς S ἐπιχρόνιον ἱκ. S, ἐπὶ χρόνων ἱκανῶν M 18 πληρώσουσι M 19 fort. del. ἐκ 20 καταληφθῆναι S 21 εὐτυχῆ M 22 οἰκοδεσποτήσει S προκοπτικοὺς MS 26 δημοφύλακες S κακὸν MS (carcerarios dicit) 29 ἀποτελεῖ S)
Ὁ μὲν θεὸς σημαίνει περὶ πατρός, ἡ δὲ θεὰ περὶ μητρός, ἀγαθὸς δαίμων περὶ τέκνων, ἀγαθὴ τύχη περὶ γάμου, κακὸς δαίμων περὶ παθῶν, κακὴ τύχη περὶ σινῶν, κλῆρος τύχης καὶ ὡροσκόπος περὶ ζωῆς καὶ βίου, ὁ δαίμων περὶ φρονήσεως, μεσουράνημα περὶ πράξεως, ἔρως περὶ ἐπιθυμίας, ἀνάγκη περὶ ἐχθρῶν.
Ζεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἡλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεντρος ἦ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις σἰτία διορθώση· εἰ δὲ ὁ Κρόνος ἐκ τοῦ εὐωνύμου τρίγωνος Ἡλίῳ ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπροσγένηται τῷ τοῦ Διός, καὶ τυράννους δηλοῖ τὸ σχῆμα· μάλιστα τοῦ Ἡλίου ὡροσκοποῦντος πολλῶν χωρῶν καὶ στρατοπέδων ἐπικρατοῦσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου, μέγας μὲν ὁ πατὴρ καὶ ὅπλων καὶ στρατοπέδων ἄρχων, ἐάνπερ καὶ τὰ λοιπὰ συνεργῇ [*](3 fort. 〈μάλιστα〉 ἐάνπερ 6 nempe ὅς 7 cf. Firm. 157,2 8 ἐπιπαρῆ M 11 om. M ὀνόμασιν S 17—19 inscr. om. M 17 ∇ ἀστέρων S possis etiam τριγώνων 19 διαμετρηκά S 20 de ordine pravo cf. Catal. V 2 p. 61 21 fort γενέσει 〈καλόν〉 22 ᾖ] ἢ S, om. M 22—23 ἔλαττον — ἀξιόλογον om. S 25 πολὺ μ. τ. τ. δόξης M] πολυμαθής S 27 συμπροσγίνηται S 28 μάλιστα ante δηλοῖ M 29 δὲ καὶ ὁ S)