Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα ἐὰν ἐν ἰδίοις τύχωσι τριγώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκληριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γίνονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἀρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τάς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δἰ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ᾿ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.
Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἐῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιήσονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ [*](1 διάβολοι om. M 3 ἐναντιόβολοι S 3—4 διὸ προβλάπτονται S 5 simillima Firmic. VI f. 68rb τρίγωνος om. M 7 οἰκοδομομιῶν M, sed μο del. τούτοις M] δούλοις S τεταγμένοις MS 8 cf. Anub. 207, 3 9 ἐπαμβλύνουσι M νωθρεστέρους M 12 καὶ om. M μογγιλάλοι MS 15 αὐτῆς: lunae mentio excidisse vid. 16 οὕτως S 17 διαστολαί εἰ M] οἱ S? 19 fort. [τοὺς] νοερωτέρους π. τε ποιεῖ κ. σ. M 20 λαμθάνουσι: λ ex δ M 21 πραττόμενα M 22 δὲ om. M ἀλλήλοις S διαμετροῦσι M 23 ταῖς alterum om. M 24 κάτωχοι S ἀκοφθ. „vaticinantes“ cf. Maneth. I 237 26 cf. Firmic. VI f. 68vb, Anub. 205, 13 ζΔ΄ (i. e. Διὶ τρίγωνος) M 27 fors. ἑῶος ὢν· τότε γὰρ 30 ἑξάγωνον)
Ἑρμῆς Ἀρεῖ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γάρ μάγους πλάνους θύτας ἰατρούς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι ἢ ἐὰν δς μὲν δύνῃ, δς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται, ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν [*](1 μὲν iterat M cf. Anub. 211, 13 2 ὅσα „nonnulla“ cf. Eur. Suppl. 899 (Rad.) μὲν om. M 3 φθόνῳ δὲ καὶ S 5 καὶ ἐν. δὲ καὶ M 6 κακοδαίμονι νήματι S, possis κακ. 〈ἢ μεσουρα〉 νήματι 7 ὑπὸ S] μειζο (sic) 8 τι] nempe ἢ 10 ἢ ὁ. ἢ ἑξ. S et possis etiam τρίγ. δεξ. ἢ ἑξ. 11 εὔποροι M 12 νομικοὶ om. M 13 καὶ post ἢ om. M 16 cf. Anub. 208, 24 17 γὰρ M] καὶ S 18 θύτας πλάνους M 19 noli σημειογρ. 20 διοικοῦνται S καὶ primum om. M 22 πλείστοις om. in lac. M 23 περικλείονται M nempe ἀπαγωγῆς πεῖραν λαμβάνουσι] περιλαμβάνουσι MS 24 ἢ M] καὶ S 26 ἢ om. M ἐὰν ὃς] ὃς ἐὰν MS 27 καὶ ἀπὸ S 28 ἔστιν S 29 ἂν M προσλάβονται S 30 μὲν om. S 31 ἀναλίσκονται S ἐν prius] ἐὰν MS)
Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀναξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, [*](1 ὕφους M] ἤθους S 3 i. e. fines suos vel domos inter se mutantes, cf. Maneth. IV; 181; VI 670, infra 77, 29 6 φιλοπέκτας S, cf. Maneth. IV 448 σκόπας S, σκώπτρας M 7 μεγαλογράφους MS nolui κωμφδούς 8 ὁὲ καὶ om. S 9 ποιητκοί M ἦν S 9—10 πολύκοινοι M 10 τρόπων ἑτέρων S 11 cf. Anub. 204, 26 12 οὐ M] καὶ S πολυκοίνους MSb 13 πρεσβυτέροις S 14 ἢ καὶ ταῖς τῶν πατ. M 16 ἐπιγνύμεναι M ταῖς Ma 17 μέντοι γε M ζῳδίων μοίρας μόνον ἐναλλαγάς M 19 nempe ἐπικοινουμένσυς (tuetur cl. Lucianl Alex. 49 Rad. „qui in re venerea obdormiscunt“ καὶ alterum om. M 20 πολυκοίνους M, πολυκοίνα S? μηδὲ S] καὶ μὴ M 24 ἐὰν — γίνηται om. M 25 παροξύνονται M τὸ om. M 28 ἐπαγωγῶν S, διαγωγῆς M nempe περιπίπτουσιν aut περιτρέπονται)
Κρόνος Διὶ τρίγωνος ἀγαθὸν δηλοῖ τὸ σχῆμα· πολυκτήμονας ἐγγαίων, κυρίους σιτικῶν καὶ ἀμπελικῶν, σιτογεμωργοὺς ἀποτελεῖ καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπισκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεωρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις.
Κρόνος δὲ Διὶ τετράγωνος ἀμβλύνει τὸ ἀγαθὸν τοῦ ἀστέρος, μάλιστα εἰ καὶ δεξιώτερος καὶ ἀνατολικώτερος εἴη ὁ τοῦ Κρόνου· γίνονται γὰρ δυσπρόκοποι ζημιώδεις μετὰ κόπου καὶ πόνου περιποιούμενοι, βλάπτονται δὲ καὶ περὶ τέκνων· οἱ μὲν γὰρ ἄτεκνοι γίνονται, οἱ δὲ θάνατον τέκνων θεωροῦσι. βλαβερὸς δὲ αὐτοῖς καὶ ὁ περὶ ἀδελφῶν τόπος· τοὺς μὲν γὰρ εὐνουστέρους καὶ φιλοστοργοτέρους λοστοργοτέρους θανάτῳ χωρίζουσι, τοὺς δὲ λοιποὺς ἐχθροὺς καὶ ἐπισινεῖς ποιοῦσι· μάλιστα δὲ ἔξω τῶν κέντρων γενόμενοι. διάμετροι δὲ πρὸς ἀλλήλους χαλεπώτεροι μετὰ ταλαιπωρίας καὶ ἐναντιώσεως.
[*](1 ἑξάγωνος S 2 τελεσματογραφίαν M 4 ταῖς om. M 5 σὺν om. M, cf. Maneth. IV 358 5 ἀποτελοῦσιν M (item v. 2) 6 συγκειμωόμεναι S 10 ἐγγέων MS ἀποτελοῦσι M 11 δὲ M] τε S ἐπισκήνιον S 13 haec turbata; nolui καὶ πάρεστον Ἥλιος καὶ ℂ 14 τε om. S ἔνια S καὶ om. S ἢ S] καὶ M 15 εἰ M] οἱ S 16 τῷ Διὶ M 18 αρχικῆς M 19 καὶ τὰς τῶν τόπων S 20 τὰ αὐτὰ δὲ M] ταῦτα S ὁμόγε M, ὁμῶδε S 21 διατελοῦσιν M 22 similiter Firmic. VI f. 69va 23 ἀξιώτερος S 26 αὐτῶν M 27 φιλοστεργοτέρους S 28—29 ἐπισ. καὶ ἐχθροὺς M 29 τῶν om. S γεννώμενοι S 30 μετὰ λεπωρίας S)Κρόνος Ἀρεῖ τρίγωνος ἐπισφαλεῖς μὲν τῷ βίῳ καὶ ἀφερεπόνους σημαίνει, ταῖς δὲ πράξεσι νωθροὺς καὶ βιαίους ἀποτελεῖ, ἤτοι σπανοτέκνους ἢ τὰ γεννώμενα διαφθείροντας, ἔτι δὲ αἰχμαλωτίζονται ἢ σινοῦνται. τετράγωνοι δὲ πολὺ χείρονες· ἀναιροῦνται γὰρ τὰ τέκνα αὐτῶν, ὁμοίως δὲ καὶ τὰ τῶν ἀδελφῶν, ἢ χωρίζονται ἀπʼ ἀλλήλων ἔχθραις ἢ δυσεπανόρθωτοι γίνονται ἢ σινοῦνται· προσκοπτικοὶ δὲ γίνονται ἐν ταῖς πράξεσιν ἁπάσαις, ἔχθραις μεγάλων ἀνδρῶν περικυλιόμενοι καὶ ἐπιβουλευόμενοι, καὶ κινδύνοις μεγάλοις τὸ σχῆμα περιπίπτει· ἢτοι γὰρ λῃστῶν ἢ πολεμίων ἐπιδρομαῖς ἢ ναυαγίῳ περιπεσόντες βιαιοθανατοῦσιν, ἔνιοι δὲ καὶ αἰχμαλωσίαις περιτρέπονται, πολλάκις δὲ καὶ ἀπὸ πυρὸς ἢ σιδήρου κινδυνεύουσι. διάμετροι δὲ ἀλλήλων γενόμενοι ἰσχυρότερα τὰ προειρημένα ἀποτελοῦσι· πρὸς ἐπὶ τούτοις γίνονται πένητες ἐπίμοχθοι ἀτυχεῖς, ἔνιοι δὲ νωτοφοροῦσιν ὡς κτήνη τάς τε ἐργασίας ἐπιμόχθους καὶ ἐπονειδίστους ἔχουσι. πολλὴ δὲ καὶ ἐπὶ τῶν σχημάτων τούτων διαφορά οὐ μόνον παρὰ τὴν τῶν ζῳδίων καὶ μοιρῶν ἰδιότητα, ἀλλὰ καὶ παρὰ τὰ μεγέθη τῶν γενέσεων. εἰ μὲν γὰρ ἀθεώρητον ὑπὸ Διὸς γένηται τὸ σχῆμα καὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, ἄδοξον τὴν γένεσιν ποιήσουσιν· εἰ δὲ ἐπιθεωρήσουσι ταὶ τύχῃ ὁ μὲν ἕτερος αὐτῶν δεσπότης ὁ δὲ ἕτερος συνοικοδεσπότης, καὶ τηνικαῦτα τὰ προειρημένα γίνεται. χαλεπώτερα δὲ ἐπὶ τοῦ θεοῦ καὶ τῆς θεᾶς, ἀμβλύτερα δὲ καὶ σκιᾷ παραπλήσια ἐπὶ τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης, χείρονα δὲ καὶ ἀδιάλυτα ἐπὶ τοῦ κακοῦ δαίμονος καὶ τῆς κακῆς τύχης ἀργοῦ τε καὶ τατασκίου. ἐνδόξου δὲ τῆς γενέσεως οὔσης καὶ τυραννικῆς---.