Declamationes
Marcus Antonius Polemon
Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.
ἐπειδὴ δὲ οἱ βάρβαροι τὰ μὲν πεπονηκότες, τὰ δʼ ἀφωπλισμένοι, τὰ δὲ πεφοβημένοι, τραπέντες ἔφυγον εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν περιέβλεπον ἄβατον αὐτοῖς Καλλιμάχου τὴν γῆν πεποιηκότος, πολλὴ μὲν ἦν τοῖς ἡγουμένοις σχολή,
εἷς δὲ τῶν ἀκολουθησάντων ἐπὶ τὸν αἰγιαλὸν ἐγένετο Κυναίγειρος καί τινος ἁπτόμενος ἀκροστολίου τὴν χεῖρα ἀπεκόπη ῥᾳδίως ὥσπερ παιδίον καὶ παρὰ μὲν τὴν πρύμναν ἔπεσεν ἡ χείρ, παρὰ δὲ τὴν χεῖρα αὐτός· ἐμήνυσε δὲ τὸ τῆς χειρὸς τραῦμα ψυχῆς καὶ σώματος τὴν ἀσθένειαν.σὺ δέ, ὦ τέκνον, εἱστήκεις ἔτι καὶ Δάτιδος ἀποπλέοντος ὥσπερ καὶ ταῦτα ἀνδρείως ἐπιτηρῶν, τῶν βαρβάρων τὴν φυγὴν καὶ καθαρὸν γενέσθαι τὸν Μαραθῶνα τῶν πολεμίων, ὡς ἂν ἐπὶ μηδενὸς μάρτυρος ἀλλοτρίου πεσοίης.
ταῦτʼ ἐμὲ ἐπὶ τὸν τάφον ἀναβιβάζει, ταῦτʼ ἐμοὶ τὸν ἐπιτάφιον λόγον παραδίδωσιν· ἐμόν ἐστι τοῦ τάφου τὸ κεφάλαιον. τὸν μὲν δὴ μόγις ἐκίνησα καὶ κεῖσθαι σὺν τοῖς στρατιώταις παρεκάλεσα· ὁ δὲ εἰσέρχεται μὲν εἰς τὸν τάφον, ἄξιος δὲ ὑμῖν καὶ ταύτης τῆς τιμῆς τὸν πατέρα τὸν ἐκείνου προκριθέντα λέγειν ἐπὶ τῷ κοινῷ σήματι.
καὶ γὰρ δίκαιον οὗ ζῶντος ἦν ἡ κατὰ τὸν πόλεμον ἡγεμονία, τούτου καὶ τεθνεῶτος εἶναι τὰς πρώτας τιμὰς ἐπὶ τῷ τάφῳ. ἡμεῖς ἤγομεν, ἡμεῖς ἐροῦμεν· ἡμεῖς ὡπλίζομεν, ἡμεῖς ἐπαινεσόμεθα· παρʼ ἡμῶν ἦν τὰ συνθήματα, παρʼ ἡμῶν ἔστω καὶ τὰ ἐγκώμια.
μὴ λυπήσητε Καλλίμαχον συνιέντα μηδὲ καθέλητε τὸν ἀνεστηκότα μηδὲ ἀποχειροτονήσητε τὸν πολέμαρχον τὸν νενικηκότα μηδὲ ἀτιμότερος ἑνὸς καὶ δευτέρου τῶν νενικηκότων παρʼ ὑμῖν ὀφθῇ. οὐ γὰρ ἐν τοῖς ὀνόμασι καὶ τοῖς
σχήμασι καὶ τῇ στολῇ ἀγάλλεσθαι χρὴ μόνον τὴν πολεμαρχίαν ἀλλὰ καὶ ταῖς τῶν ἔργων τιμαῖς αὔξεσθαι τὰς ἀρχάς.οὕτως οὖν σκοπεῖτε. εἰ τῆς μάχης οἱ παῖδες ἡμῶν περιγενόμενοι τῆς παρούσης μφισβήτουν τάξεως, τίς πρότερος ἂν διεκρίθη; ὁ ἰδιώτης ἢ ὁ πολέμαρχος; τίς ἐπῄνεσε τοὺς πεσόντας; οὐχ ὁ ὁπλίσας; οὐχ ὁ τάξας; οὐχ ὁ τοιούτους παρασχών; ἐμοὶ μὲν δοκεῖ. ὑμεῖς δέ, τί; ἆρα οὐκ ἄν, εἰ καὶ μόνον ἴσην τὴν ἀρετὴν ὁ πολέμαρχος τῷ ἰδιώτῃ παράσχῃ, τὸ πλέον ἂν τῆς τιμῆς τῇ ἡγεμονίᾳ δῶτε; νὴ Δία.
οὐκοῦν ἥν, εἰ περιῆσαν ἀμφότεροι, προτίμησιν ἔσχε Καλλίμαχος, ταύτην καὶ τεθνεὼς δίκαιος φέρεσθαι· ἐκ γὰρ ὧν ἦν κρείττων Κυναιγείρου περιὼν περιόντος, ταῦτα καὶ νῦν ἔχει καὶ τὸ προκεκρίσθαι δοκεῖν διʼ ἐμοῦ τοῦ πατρὸς αὐτῷ προτιμωμένου τῶν ἄλλων πατέρων ὑπάρξει. εἰ δὲ οὐδὲ τὰ τοιαῦτα *ἔσται παρὰ τῷ πολέμῳ* τεθνηκότι, ποίων τεύξεται; προεδρεία τις ἔσται αὐτῷ ἑπομένῳ; προετάττετο [τῶν ὀνομάτων] τῶν ἐν ταῖς στήλαις γραφομένων πρῶτος [διότι πρεσβύτερος τούτων ἦν] ἀπὸ τῆς οἰκείας αὐτοῦ γενέσεως, καὶ διὰ τοῦτο δεῖ
τὸν ἐπὶ τοῖς θαπτομένοις λόγον εἰωθότα ἡμῶν ἀκούειν λεγόντων.ὑμεῖς τοιγαροῦν τὸν στρατηγὸν Μιλτιάδην ἐτιμήσατε θείῳ στεφάνῳ. δικαίως οὖν καὶ τῷ στρατηγῷ τιμή τις ἐδόθη καὶ τῷ πολεμάρχῳ δὲ γενέσθω γέρας. ὅταν γὰρ ὁ πατὴρ αὐτοῦ λέγων τὸν λόγον ἀναβιβάσῃ Καλλίμαχον, τότε φωνὴν αὐτῷ δότε ἐπί --- τοῦτο πρὸς πίστιν σωτηρίας μόνον ἐν τῷ σχήματι.
εἰ μὲν γὰρ Μιλτιάδης ὁ στρατηγὸς μφισβήτει τοῦ λόγου, παρεχώρησα ὡς ἀρχῇ μείζονι· καὶ γὰρ τὸ τὸν ἀποιχόμενον ἄρχοντα ἔλαττον ἢ πρότερον γέρας σχεῖν . . . . εἰκός ἐστι τὸ τῆς μοίρας ἐνδεὲς τῷ πλείονι τῆς τιμῆς παραμυθουμένους· τούτου δὲ τῆς πείρας ταύτης ἀφεστηκότος τίς Καλλιμάχου πρότερός ἐστιν;
Εὐφορίων, μὴ λύε τάξιν Μαραθωνίαν· μηδʼ εἰς τὸ πρόσθεν τῷ πολεμάρχῳ δίδωσι τὸν λόγον ὁ νόμος τῆς δημοσίας ταφῆς. καὶ γὰρ εἰ περιὼν τύχοι, οὗτός ἐστιν ὁ τὴν πρόθεσιν [αὐτῶν] ποιούμενος καὶ καλῶν ἐπὶ τὸν λόγον καὶ παντὸς ἐπιμελόμενος τοῦ τάφου.
ἐκ μὲν
δὴ τῆς διὰ τῶν ἔργων --- πολλοῦ δεῖ Κυναιγείρῳ πρὸς Καλλίμαχον εἶναι παραβολήν· ὁ μὲν γὰρ ἅπαντας εἰς Μαραθῶνα ἦγε συνθήματι, ὁ δὲ ἐδέχετο· ὁ μὲν ἐκέλευεν, ὁ δὲ ἐπείθετο· ὧν δʼ οἱ πειθόμενοι καὶ κελευόμενοι ποιοῦσιν, αἴτιοι τούτων οἱ πείσαντες καὶ κελεύσαντές εἰσιν ὥσπερ μαθητῶν μὲν παιδεύσεως οἱ διδάσκαλοι, χορῶν δὲ δῆς οἱ χοροδιδάσκαλοι, ναυτῶν δὲ εὐπλοίας οἱ κυβερνῆται [στρατιωτῶν ἀρετῆς οἱ πολέμαρχοι καὶ στρατηγοί], ὥσθʼ ὧν Κυναίγειρος ἐτόλμησεν, καὶ τούτων Καλλίμαχος διδάσκαλος. ἐβόα γὰρ ἐγκελευόμενος μὴ φείδεσθε μήτε χειρῶν μήτε ὀφθαλμῶν μήτε ὅλων σωμάτων. ὧν δὲ Καλλίμαχος ἐλαμπρύνετο, τούτων [οὐδὲν] οὔτε εἰς Κυναίγειρον οὔτε εἰς ἄλλον ἔστι ποιήσασθαι τὴν ἀναφορὰν ἀλλὰ μόνον αὐτὸν τὸν πεποιηκότα.καὶ Κυναίγειρος μὲν νεώτερος ὢν ταῦτα ηὐθαδιάσατο, Καλλίμαχος δὲ πρεσβύτερος, ὥσθʼ ὁ μὲν ἡλικίας θερμότητι τολμηρός, ὁ δὲ ἀνὴρ ἀγαθὸς ὢν ἀρετῆς ἐβεβαίου κρίσιν καὶ τὴν τοῦ σώματος ῥώμην ἐλάττων καθʼ ἡλικίαν ὑπάρχων ἐκ μόνης ἀρετῆς ὑπερέβαλλε.
Καλλίμαχος μὲν οὖν ἐν τῇ τῶν δεινῶν ἀκμῇ τοῖς βαρβάροις παρετάξατο καὶ θαλάττης ἐπιχωριαζούσης δίκην *ἐκ
τῆς Ἤλιδος* εἰς τὴν Ἀττικὴν τὴν Ἀσίαν ῥέουσαν ἀπεώσατο, ἐν ᾧ πᾶς ὁ κίνδυνος καὶ τῆς ἀρετῆς ὁ καιρὸς ἦν·Κυναίγειρος δὲ φευγόντων ἤδη πεφοβημένων, ὑπὸ τοῦ Καλλιμάχου τετραμμένων, δεδιωγμένων, εἰς τὴν θάλασσαν συνεληλαμένων, ἐν ταῖς ναυσὶν ὄντων, λυόντων τὰ ἀπόγεια μιᾶς νεὼς (ἔσχετο) πρύμνης. ἔστι δὲ τὸ μὲν ἄκρας εὐτυχίας καὶ περιττῆς τινος ἀρετῆς τῶν κρατίστων πολέμων ἄθλους ὑφίστασθαι, τὸ δὲ παντὸς ἤδη καὶ τοῦ τυχόντος διώκειν τὸν φεύγοντα καὶ τοῖς τετραμμένοις ἐπεμβαίνειν.
οὕτω γὰρ δὴ καὶ γυναῖκες ἀνδράσιν ἐπιτίθενται καὶ κύνες κατὰ λεόντων θρασύνονται. ὅταν γὰρ τὸ τῶν πολεμίων φοβερὸν οἴχηται, τότε παντὶ τολμᾶν πρόχειρον καὶ τὸ φρόνημα τῶν ἑλόντων γίνεται οὐκ ἐξ οἰκείας ἀρετῆς ἀλλʼ ἐκ τῆς τοῦ πολεμίου κακότητος πεπορισμένον· ἀρετῆς δὲ ἀγὼν ἐν ἀντιπάλῳ μὲν τῆς δυνάμεως, ἀσταθμήτῳ δὲ τῷ τῆς τύχης κρίνεται. ἃ μὲν οὖν Καλλίμαχος ρίστευσεν ἐν τῷ χαλεπῷ τοῦ δρᾶν καὶ φοβερῷ τοῦ παθεῖν ἐγένετο, ἃ δὲ θέλησε Κυναίγειρος ἐξουσία μὲν τοῦ ποιεῖν ἦν, ἄδεια δὲ τοῦ μὴ παθεῖν ἤδη τῶν πολεμίων τὸ χεῖρον ὡμολογηκότων καὶ τὴν ἀναγκαίαν σωτηρίαν ποριζομένων φυγῇ.
ὅλως δὲ τὰ μὲν Κυναιγείρου Καλλίμαχος παρεσκεύασεν· ἐκ γὰρ τῆς Καλλιμάχου μάχης προτέρας γενομένης καταπλαγέντες οἱ βάρβαροι τὰ νῶτα δείξαντες παρεῖχον τοῖς αὖθις ἐπιφερομένοις ῥᾳδίαν τὴν δίωξιν· τὰ δὲ Κυ
ναιγείρου δεύτερα καὶ τελευταῖα πεπραγμένα τῶν Καλλιμάχου λαμπρῶν ἀριστείαν αἰτεῖ ὥστε καὶ τοῦτο τὸν λόγον τῷ θατέρῳ παρασχεῖν.δυνάμεώς ἐστιν ἔργον, οὐκ ἐπιδείξεως· κράτιστον δὲ ἔργον τῆς τοιαύτης αἰτίας τὸ πρεσβύτατόν [δύναμις] ἐστιν· ἔργων γὰρ μὴ πρότερον γινομένων οὐκ ἂν εἴη ἐπίδειξις. ἀρχὴ δʼ οὐκ ἄκαιρός τις ἦν ταῦτα καὶ τῶν ἐπʼ αὐτοῖς εὖ γε τεχνηθέντων αἰτία ὥσπερ τὰ θεμέλια τῶν οἰκοδομημάτων καὶ τῶν νεῶν αἱ τρόπεις καὶ πάντα ὅσα πρῶτα καὶ τὴν ἀρχὴν ἰσχυρὰν ἔχει.
ὅπερ δὲ ἡ Μαραθῶνι νίκη ἐδυνάμωσε πρὸς τὰς αὖθις γενησομένας ἁπάσας κατὰ τῶν βαρβάρων, τοῦτο καὶ Κυναιγείρῳ τὰ Καλλιμάχου τολμήματα· διὰ γὰρ τοῦτον ἀνέπνευσαν οἱ λοιποὶ καὶ φεύγοντας ἰδόντες τοὺς βαρβάρους ἐθάρρησαν· πρὸς γὰρ τοῦτον ὁρῶν τις καὶ ποδῶν καὶ χειρῶν μέλει τὸν ὅλου καὶ παντὸς ὑπεριδόντα τοῦ σώματος.
ἔτι δὲ Κυναίγειρος μὲν ἐκ γῆς πρὸς ναῦν ἐμάχετο, ἐκ τοῦ βεβαίου καὶ πολλοῦ πρὸς τὴν ἐν τῷ σφαλερῷ καὶ στενῷ, Καλλίμαχος δὲ πρὸς ἰσοστασίους αὐτῷ τοὺς βαρβάρους, ἤδη καὶ γῆς κυρίους, τοὺς ἀποβάντας ἐκ τῶν νεῶν καὶ τὸν Αἰγαῖον δεδουλωμένους καὶ τὴν κατάπληξιν
φοβερὰν ἐπιφέροντας ἐκ τῆς τῶν συνειλημμένων Ἑλλήνων ἁρπαγῆς·καὶ Κυναίγειρος μὲν ἴσως καὶ ζήλῳ τῷ πρὸς Καλλίμαχον καὶ φιλοτιμίᾳ, Καλλίμαχος δὲ οὐχ ὑπʼ ἄλλου παρωξυμμένος οὐδὲ πρὸς ἕτερον φιλοτιμούμενος ἀλλʼ αὐθαιρέτῳ σπουδῇ. καὶ Καλλίμαχος μὲν ἀρετῆς παράδειγμα, Κυναίγειρος δὲ Καλλιμάχου μίμημα, ὁ μὲν τὴν χεῖρα μόνην, ὁ δὲ ὅλα τὰ μέρη τοῦ σώματος· πᾶσι γὰρ μεμάχηται καὶ τοῦ πολέμου πάντα μείζονα. καὶ ὁ μὲν μιᾷ τῶν ἀναγομένων ἐπεχείρησε νηί, ὁ δὲ πρὸς πάνθʼ ὁμοῦ τὰ βασιλέως ἔθνη παρετάξατο.