Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

Δάτιδος δὲ κόπτειν τὴν κεφαλὴν τοῦ τροπαιούχου ἄνωθεν ὁρμήσαντος καὶ ὑπὸ δέους ἀπράκτου μείναντος ἐγείρεται πᾶς ἀνὴρ πρὸς τὴν χεῖρα καὶ μυρία καμὼν καὶ μηδὲν ἰσχύσας ἐβόησεν ἕκαστος· ἐφʼ οἴας ἡμᾶς, ὦ θεοί, γάγετε δεξιάς. τί μέλλετε ἄνδρες χαλκεόθυμοι; ἢ θᾶττόν τις ἡμῶν ἀποτεμνέτω τὴν χεῖρα καὶ ἡμᾶς λυσάτω ἢ ἤδη ναῦς διὰ θαλάττης ἐπιδραμοῦσα καὶ ἱππικαὶ

φάλαγγες διὰ γῆς αἰχμαλώτους ἡμᾶς εἰς Ἀθήνας κομιοῦσι. τὰ μὲν οὖν ἄλλα βέλη ταύτης οὐχ ἥπτοντο, πελέκει δὲ μεγάλῳ τις αὐτὴν ὥσπερ δρῦν ἢ πεύκην ἔκοπτεν. ὁ δὲ ταύτης οὐδὲν ἐφρόντισεν ἀφαιρουμένης ὥσπερ ἀλλοτρίαν χεῖρα διδοὺς περὶ ἣν ὅλον τὸ στρατόπεδον τὸ μὲν ἔπιπτεν ἐν μέρει, τὸ δὲ ἐμάχετο, καὶ τὰ τραύματα τοῖς στοιχείοις διένειμεν.

ἄξιός γε ἦσθα, ὦ Κυναίγειρε, τῆς Βριάρεω πολυχειρίας ἵνα πᾶσάν μοι τὴν Ἀσίαν ἐκράτησας· καὶ νῦν πρὸς τοσοῦτον μέρος ἀντήρκεσας ὅσον Νάξον ἔφερεν, ὅσον Ἐρέτριαν· οἳ ἀπήγαγον βασιλεῖ φήμην οὐκ ἀγεννῆ λέγοντες· βασιλεῦ, ἐπʼ ἄνδρας ἐπλεύσαμεν ἀδαμαντίνους οἷς κοπτομένων τῶν χειρῶν οὐ μέλει, ἐπὶ δεξιὰς ὅλαις ναυσὶ παρισουμένας· καὶ νῦν μόλις ἀνήχθημεν ἐκ Κυναιγείρου.

ὧ παῖ, τὰς μὲν σὰς χεῖρας ᾄδουσι λαταιεῖς, τὰς δὲ σὰς ἀριστείας Λακεδαιμόνιοι πυνθάνονται. ταύταις καὶ ολύζηλος κολούθησε μὴ τεθεαμένος. προκατέλαβες Ἀθηναίοις, ὦ παῖ, καὶ τὴν θάλασσαν ἡμῖν οἰκείαν ἐποίησας· συνέθου τῷ στοιχείῳ φιλίαν ὑπὲρ τῆς πατρίδος· ἔδωκας ὑπὲρ ἡμῶν τῇ θαλάσσῃ τὴν δεξιάν. μιμήσονται χρόνῳ ναυμαχοῦντες τὰ σὰ σχήματα καὶ γενήσονται ἐκ σιδήρου χεῖρες *ἐπὶ ναῦς ἐπιβολὰς,* ὦ

παῖ, τῆς σῆς μάχης εἰκόνας ἔχουσαι.

καὶ πολλὰ λέγειν ἔχων τῆς σῆς ἀρετῆς ἐγκώμια, τὰ κάλλιστα κοινῷ νόμῳ φυλάττω. ἔχεις τοιοῦτόν τινα λόγον μεγαληγορῆσαι, ὦ Καλλιμάχου πάτερ; ποίαν τοιαύτην στάσιν οἵαν ἔστησαν αἱ Κυναιγείρου χεῖρες ἤδη πίπτουσαν τὴν Ἑλλάδα; τοῦ μὲν γὰρ σοῦ νεκροῦ βέλη βάρβαρα, τῆς δὲ πάσης Ἑλλάδος αἱ χεῖρες ἡμῶν τὰ στερεώματα.

ἄπελθε, παραχώρησον· ἐρῶ τι καὶ περὶ τοῦ σοῦ παιδός. καλὸν ἐρῶ λόγον, ὅτι τοιούτου στρατιώτου Κυναιγείρου πολέμαρχος ἦν. σὺ δʼ ἐπιταφίῳ μηδὲ ἐπιχείρει πατὴρ ὢν νεκροῦ μηδὲ ταφῆναι θέλοντος.

ἤδη πάλαι παρελήλυθεν ὁ καιρὸς τῶν ὑμετέρων ἐπιταφίων· πάλαι γάρ, πάλαι τέθαπται Καλλίμαχος ὑπὸ τῶν βελῶν. εἰμὶ δέ, ὦ ἄνδρες δικασταί, πρὸς τὸν λόγον ἐπιτηδειότερος τὸν ἐπὶ τῷ σήματι· καὶ γὰρ αὐτοῦ πατήρ εἰμι καὶ τῶν μεγάλων ὀνομαστότατος· ἔχω δὲ καὶ γλῶτταν οἵαν ἐκεῖνος δεξιάν.

ἐάσατέ με τραγῳδῆσαι τραγῳδίαν ἐπιτάφιον καὶ χορὸν παραγαγεῖν ἐπινίκιον· μὴ φθονήσητε δράματι Μαραθωνίῳ.

ἀλλʼ, ὦ Αἰσχύλε παῖ, τὸν λόγον μοι σὺ ποίησον καὶ συγκόσμησον τὰς Μαραθῶνος μάχας τῷ πατρί. μή με ἀτιμάσητε· χεῖρας ὑμῖν ὁμοίας προτείνω ταῖς ὑπὲρ ὑμῶν κειμέναις. ἔχομαι τοῦ λόγου, λαμβάνομαι τοῦ τάφου.

οὐκ ἀφίσταμαι τὸ πολυάνδριον διεξιών, πατὴρ ὢν Κυναιγείρου. ἐπιτίθημι τὰς χεῖρας τῷ σήματι· καὶ ταύτας ὁ θέλων ἀποκοψάτω.

Τὸν μὲν τῆς πόλεως ἐπαινῶ νόμον κοσμοῦντα τὸν τῶν ἀγαθῶν ἀνδρῶν τάφον καὶ λόγῳ. ἔργων γὰρ εὖ πραχθέντων λόγοι ῥηθέντες καλῶς εἰσι τιμή· ἐμοὶ δὲ αὐτῷ μὲν πρόσφορος τοῦ παιδὸς ἀρετὴ μακροτέρα τῆς ψυχῆς γενομένη, διὰ δὲ τὴν αὐτοῦ Καλλιμάχου προτίμησιν, εἰ ταῖς τῶν πατέρων τιμαῖς ἡ τῶν παίδων ἀνδραγαθία κρίνεται, δείξω τὸν λόγον.

Καλλιμάχου γὰρ πατὴρ ὢν παντὸς ἄλλου πρέπω μᾶλλον ἐπὶ τοῦ κοινοῦ βήματος ἑστάναι. ζῶν μὲν οὖν Καλλίμαχος ἡγεμὼν ζῶντος Κυναιγείρου [πολέμαρχος] ἦν· εἰ δὲ [καὶ] τεθνεὼς ἡττηθήσεται, καὶ τὴν ἀρχὴν καὶ τὴν ἀρετὴν ὑβριεῖται, τὴν μὲν αἰτίαν τῆς πάσης ὑμῖν νίκης γενομένην, τὴν δὲ τὸ μέγιστον παρασχοῦσαν τῶν ἐν Μαραθῶνι θαυμά

των, ἄνδρα καὶ χωρὶς ψυχῆς μεμαχημένον καὶ νεκρὸν θανάτου κρείττονα.

πεσεῖν μὲν οὖν αὐτὸν καὶ κοινωνῆσαι τοῦ τάφου μόγις ἔπεισα· οὐ γὰρ ἤθελεν ἀπελθεῖν τῆς στάσεως οὐδὲ ὑποπεσεῖν ταῖς ἑτέρων φιλοτιμίαις, οὐκ ἀξιῶν τὸν ὑπὲρ τῆς Ἀσίας ὅλης ὅτι τέθνηκεν ὁμολογῆσαι βεβιασμένον.

ἀγαθὸς μὲν οὖν ἦν ὁ Κυναίγειρος καὶ παῖς πατρὸς ἀγαθοῦ, οὐ μὴν ἀγαθῶν κρείττων· ἥττηται δὲ Καλλιμάχου τοσοῦτον ὅσον οἱ κείμενοι τῶν ἑστηκότων καὶ θάρσους ἀγαθοῦ νεκρὸς οὐχ ὁλόκληρος.

ὥσπερ δὲ ἅπαν τυγχάνει, καὶ τοῦτο ἐξετάσατε. ἀπέβαινε μὲν εἰς Μαραθῶνα ὁ Δαρείου στόλος μετὰ τὰς ἐξ Αἰγαίου τῶν νήσων ἁρπαγάς, τῇ δὲ Ἀττικῇ βοηθεῖν ἔδει τὴν Λακεδαιμονίων εἰρωνείαν μὴ περιμένοντας — ὀξὺς γὰρ ὁ κίνδυνος ἦν — καὶ τῷ στρατηγῷ Μιλτιάδῃ τὴν ταχίστην ἐδόκει τρέχειν.

ἐνταῦθα ἦγε τὴν δύναμιν ἅπασαν ὁ ἐμὸς υἱός, πολέμαρχος ὢν καὶ κατὰ τὸν νόμον καὶ σπουδὴν ἰδίαν ὅτι θερμοτάτην ἔχων ἔργα μεγάλα καὶ θαυμαστὰ ἐν τῇ μάχῃ παρασχέσθαι·

Κυναίγειρος δὲ εἷς τις ὢν τῶν πολλῶν πείγετο. συμμίξαντες δὲ τοῖς βαρβάροις μεμπτὸς μὲν οὐδεὶς ἦν, ἐν δὲ τοῖς ἔργοις Καλλίμαχος ἔδειξεν αὐτοῖς ὅτι πολέμαρχος ηἦν.

παρακελευσάμενος γὰρ αὑτῷ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀναλῶσαι καὶ πρὸς πᾶσαν τὴν δύναμιν βασιλέως ἀντιτάξας αὑτὸν ὡς ἂν ἀξιόμαχος ὤν, ἑκὼν

πρὸς τὸν Δαρείου στόλον ἔστη τὴν Ἀσίαν προκαλούμενος καὶ πᾶσαν ἐκ τῶν νεῶν ἐκχεομένην αὐτὸς ἐδέχετο ῥώμῃ ἀνθρώπων κρείττονι καὶ τόλμῃ παραλόγῳ καὶ παντὶ θυμῷ, καὶ πᾶσι συνεπλάκη κατʼ αὐτὸ τὸ τοῦ πολέμου στόμα καὶ κατὰ τὴν ἀκμαιοτάτην τῶν βαρβάρων ἐμβολὴν, καὶ πᾶσιν ἐξήρκεσεν *οὔτε τὴν ὄψιν ἐκπλαγεὶς ὑπὸ τοῦ τῆς βοῆς συμμιγοῦς πλήθους οὔτε*, τὴν βαρβαρικὴν ἰταμότητα κατʼ οὐδὲν ἀξιώσας εἶναι φοβερὰν ἀρετῇ.

πολύν δὲ τῶν πολεμίων ἐργασάμενος φόνον καὶ φόβον εἰς τουτὶ αὐτοὺς ὀργῆς ἅμα καὶ ἀνάγκης κατέστησεν ὥστε τἄλλα πάντα καταλιπόντες τὰ τῆς μάχης χωρία Καλλιμάχῳ πάντες ἐπεχέοντο καὶ Καλλιμάχου πάντες ἐστοχάζοντο καὶ τοῦτο ἦν σπούδασμα ἅπασι τὸ Καλλίμαχον βαλεῖν· τούτου γὰρ παρόντος ἐν τούτῳ εἶναι τὰς Ἀθήνας ἔφασκον.

ἔνθα πολλὰ μὲν βελῶν καὶ κοντῶν καὶ ξιφῶν καὶ παντοδαπῶν βλημάτων ὑπεδέξατο, πάσας δὲ αὐτῶν ὑπέμεινε τὰς προσβολὰς ὥσπερ ἐξ ἀδάμαντος ὢν πύργος ἢ τεῖχος ἄρρηκτον ἢ αντίτυπος πέτρα ἢ θεὸς ἀνθρώποις μαχόμενος, ἕως πάντα ἀνήλωσε τὰ τῆς Ἀσίας βέλη καὶ καμεῖν ἐποίησε τὴν πολλὴν δύναμιν τοῦ βασιλέως.

πολὺν μὲν οὖν χρόνον ἐν τῷ σώματι διεκαρτέρησεν ἡ ψυχὴ ἐρίζουσα πρὸς τὴν φύσιν καὶ εἰς τὴν ἀδύνατον

ἀνθρώποις ἀθανασίαν ἐβιάζετο· ἐπεὶ δὲ ἄνθρωπος Καλλίμαχος ἦν καὶ θνητὸς ἦν καὶ τοῦ σώματος ἀπελθεῖν ναγκάζετο τῷ πλήθει τῶν τραυμάτων, ἀπέθανε μέν, οὐκ ἔπεσε δέ, ἀλλʼ ἐξιοῦσα ἡ ψυχὴ βεβαίως τῷ σώματι μένειν καὶ καρτερεῖν ἐνετείλατο καὶ μάχεσθαι τὴν δυνατὴν τοῖς ἀψύχοις μάχην. τὸ δὲ ἐπείσθη καὶ βεβαίως ἔμεινεν ὥσπερ ἐρριζωμένον [καὶ] διὰ τοῦ πολέμου τοιοῦτο οἷον αὐτὸ ἐξιοῦσα ἔστησεν ἡ ψυχὴ καὶ πολὺν χρόνον τοὺς βαρβάρους ἐξηπάτησεν· οὐδεὶς γὰρ ᾤετο τεθνάναι τὸν ἑστηκότα.

ὦ Καλλιμάχου φοβεροῦ καὶ νεκροῦ· ὦ στρατιώτου τῆς εἱμαρμένης πολυχρονιωτέρου· ὧ μακροτέρα τῆς ψυχῆς, ὦ πιστοτέρα τοῦ πνεύματος ἀρετή· ὦ σῶμα πολλῶν ψυχῶν ἰσόρροπον· ὦ φρόνημα ὀρθόν· ὦ σῶμα ἔμψυχον· ὦ σῆμα νικηφόρον ὅπλοις καὶ βέλεσι κεκοσμημένον· ὦ πρῶτον Μαραθῶνος τρόπαιον. ὦ τηρήσας ὀρθὴν τὴν ἐλευθερίαν Ἀθηναίοις, ὦ στήσας ἐν αὑτῷ τὴν Ἑλλάδα, οὐκ εἴασας τὰς Ἀθήνας πεσεῖν.