Declamationes
Marcus Antonius Polemon
Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.
ὁ μὲν ἀνόητον ὅλως τὴν ἐπιβολὴν ἐποιήσατο· ἡ γὰρ ἐλπὶς αὐτῷ τῆς τόλμης ἀδύνατος ἦν. πῶς γὰρ χειρὶ νῆα ἐλάβετο; τίς δὲ ἂν ἐγένετο τοσοῦτος τῇ δεξιᾷ ὥστε, εἰ μὲν γνόησε κατασχεῖν οὐ δυνησόμενος, ἀλλὰ προσεδόκησε βιάσασθαι τριήρη δακτύλοις; λίθιον τὸ τόλμημα. εἰ δʼ εἶδεν ὡς τὸ τῆς πείρας ἀδύνατον, ἀλλʼ ὡς ἐν τοῖς ἀμηχάνοις τόλμα κυρεῖ, ἀλαζὼν ἡ προσποίησις ἦν. καὶ οὐκ ἀσφαλὴς οὐδὲ ἀναγκαία ἡ ἐπίδειξις τοῦ ἀπόρου σχήματος καὶ ματαία ἡ σκέψις διότι οὔτε ἀλαζὼν οὔτε ἀνόητος ἀρετή, οἷοι δὴ καὶ τυφλοὶ πόνοι πάντες οἱ περὶ τὰς ἀδυνάτους ἐπιθυμίας.
χρὴ δὲ ὁρᾶν οὐδὲν πρότερον οὔτε τέχνην ἔργοις ἐπιτιθεμένην οὐδὲ ἀρετὴν λόγοις ἀπειργασμένην ὡς τέλος τῆς ἐπιχειρήσεως εἰ δύνατον ἔτι καὶ
ληπτὸν τῇ φύσει καὶ δυναμένῳ καὶ πειρωμένῳ ἀνδρί. ἡ δὲ ναῦς ὅλη, μεστὴ πληρώματος καὶ τοσαύτης εἰρεσίας συγκεκροτημένης, πῶς ἦν ἐπιλήψιμος, πῶς ἀγώγιμος τοσούτῳ ὄγκῳ τῆς ἐλπίδος καὶ τῇ προσβολῇ τοῦ τολμήματος;*μὴ τήν τινος μανικοῦ σχήματος τὸ ἄπορον τῆς ἐπιθυμίας καὶ τὸ μάταιον τῆς προσβολῆς ἄφρον καὶ ἀπέραντον* ἢ ἀνδρὸς οὐ βουλομένου ναῦν λαβεῖν ἀλλʼ ἀπολῦσαι. οὔκουν ἀρετὴν ἔτι τὴν ἀνόητον τόλμαν νοητέον ἀλλὰ μανίαν τὴν ἄχρηστον αὐθάδειαν.
εἴποι δὲ ἄν τις εὖ φρονῶν αὐτῷ· τί ταῦτα μωραίνεις, Κυναίγειρε, τί δʼ ἐπιχειρεῖς ναῦν κατασχεῖν ἀνθρωπίνῃ δεξιᾷ; τὸ τόλμημά σου φύσιν οὐκ ἔχει. τίς τοῦτο Γλαῦκος πόντιος, τίς Τρίτων ἐποίησε; μόνον δύναται μειράκιον ναῦν ἐπαγαγεῖν ἢ [ οσειδῶνος] δεξιὰ ἀνέμοις ἁμιλλᾶσθαι; πάρισος τίς εἷς τοσούτῳ πληρώματι; συναπάξει σε ἡ ναῦς πλέουσα, λήσεις πρύμνης ἐξηρτημένος, αἰχμάλωτος ἀκροστολίου γενόμενος.
γεγόνασιν ἐπὶ ναυσὶ μάχαι καὶ πολλαί· τοιαύτην καὶ
Ὅμηρος διηγήσατο· οὐδέ γε εἷλκέ τις ἐκείνας, ἀλλὰ πῦρ ἐνέβαλε, δᾷδας ἐκόμιζεν. αὕτη μόνη κατέχει ναῦν ἡ λαβή. ὁ δὲ σός, ὦ Εὐφορίων, υἱὸς μειράκιον τολμηρὸν ἦν καὶ τοῦ μὲν σώματος κατεφρόνει, μάχεσθαι δὲ εὐβούλως οὐκ πίστατο, οἴαν ἀπώλεσεν εἰκῇ δεξιάν.διὰ ταῦτα Καλλίμαχος μὲν ἁπάντων ἔτυχεν ὧν θέλησε, πολλοὺς δὲ ἀφώπλισε, πάντας δὲ ἐφόβησεν, ἐφύλαξε δὲ τὴν στάσιν καὶ τεθνεώς· ὁ δὲ σὸς υἱὸς ὧδε τὴν ἐπίνοιαν ἐκαρπώσατο.
καὶ Καλλίμαχον μὲν οὐχ εἷς ἀπέκτεινεν, ἀλλὰ κοινὸν ἔργον τῆς Ἀσίας ἐγένετο· πάντα μὲν δόρατα ἐπὶ τοῦτον ἦλθε καὶ ψαῦσαι Καλλιμάχου φιλοτιμούμενα, πάντα δὲ ἀκόντια, πᾶσαι δὲ ἐκενώθησαν φαρέτραι βελῶν, ἅπαντα δὲ τοξεύματα περὶ τοῦτον ἔστη μαρτυρούμενα τὴν κοινωνίαν καὶ πάντα ἀμφισβητοῦντα περὶ τοῦ νεκροῦ· Κυναιγείρου δὲ τὴν χεῖρα ταύτην ἀπέκοψαν ὥσπερ ξύλον.
Καλλιμάχου μὲν οὖν ἡ τόλμα καὶ μάχη τοῦτο ἐβούλετο, νικῆσαι τὸν βασιλέως στρατὸν καὶ τὴν Ἀττικὴν αὐτοῖς ἄβατον εἶναι· Κυναίγειρος δὲ καὶ φεύγοντας ἡμῖν τοὺς βαρβάρους ἀνεῖργε καὶ κατεῖχεν ἐν τῇ χώρᾳ τοὺς πολεμίους καὶ μάχης ἔπραττεν ἀρχὰς δευτέρας. τί ποτε ἂν ἐποίησεν ἄλλο βασιλεὺς παρών; τοῖς φεύγουσιν ἂν ἐβόα καὶ τὰς Φοινίσσας ναῦς ἐκράτει. ---
ἄφες ἄφες, Κυναίγειρε, μὴ λαμβάνου. μενοῦσιν ἂν λαμβάνῃς, πάλιν εὑρήσουσιν ἄλλας ἀποβάσεις.μὴ κράτει ναῦν ὑπὸ ανὸς δεδιωγμένην μηδʼ ἔχου τριήρους σὺ παρʼ Ἀθηνᾶς *ἀφεψαλωμένης.* ἀφίησιν αὐτὴν ἡ Δημήτηρ καὶ Κόρη· φευγέτω. πάρεστι Θησεύς, πάρεστιν Ἡρακλῆς· ἀλλʼ οὐ κατέχουσι τὴν ναῦν ὅτι μὴ συμφέρει. ἔχω καὶ πνεύματα συγγενῆ μᾶλλον σοῦ κατασχεῖν δυνάμενα· ἀλλὰ τὰ μὲν ἐκπέμπει τὸν πόλεμον ἐκ τῆς Ἀττικῆς διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, σὺ δέ, ὦ Κυναίγειρε, ναύσταθμον Μηδικὸν τὸν Μαραθῶνα ποιεῖς. ὦ Κυναίγειρε, τὴν ναυμαχίαν νικήσει βασιλεύς· τῆς μάχης μόνῳ Κυναιγείρῳ εἴσεται χάριν. ἄπορον ποιῶν αὐτοῦ τὴν φυγὴν ἀναγκαίαν αὐτῷ τὴν νίκην εἰργάζου.
ἀλλὰ γὰρ οὐχ [μετὰ τῆς χειρὸς] ὡς (μετὰ) διανοίας ἡμᾶς ἔβλαπτε — τἀληθῆ γὰρ εἰρήσεται — ἀλλὰ ἄλλως ἐμαίνετο καὶ τὸν Καλλιμάχου νεκρὸν ὁρῶν εὐδοκιμοῦντα ἐπεθύμει μετὰ ἄλλου σχήματος ἀπολέσαι τὴν ἀλαζόνα δεξιὰν ὅπως ἂν ἓν γένηται τῶν Μαραθωνίων διηγημάτων· ἡμεῖς δὲ οὔθʼ ἑκόντες οὔτε ἄκοντες
οὐδὲν ἐβλάπτομεν.εἰ μὲν δὴ πάντες ὅμοιοι Καλλιμάχῳ κατʼ ἐκείνην ἐγένοντο τὴν ἡμέραν, οὐδεὶς ἂν ἐλείφθη τῶν βαρβάρων καὶ πάσας τὰς ναῦς ἂν αὐτῶν κενὰς εἵλομεν· εἰ δέ γε εἶδον εἰς τὰς Κυναιγείρου λαβάς, ἄκοντες ἂν πάντες οἱ βάρβαροι τὴν ἧτταν ἀνεμαχέσαντο. Κυναίγειρος μὲν οὖν οὔτε θάρρος φίλοις οὔτε δέος τοῖς πολεμίοις ἐγένετο, ὃς δράσας οὐδὲν ἀλλὰ ἀποτμηθεὶς τὴν χεῖρα ἔπεσεν εὐθὺς ὥσπερ ἑτέραν οὐκ ἔχων ἀλλʼ ἐν τῇ δεξιᾷ τῆς ψυχῆς αὐτῷ κειμένης· τὸν δʼ ἐμὸν παῖδα οἱ φίλοι μὲν ὁρῶντες ἐν τῇ τάξει μένοντα πάντες ᾐδοῦντο, τρέσαντες δὲ ὑπεχώρουν οἱ βάρβαροι. καὶ τὸ σύμπαν, ὁ μὲν ἔπεσεν, ὁ δὲ οὔ.
ἀθλητὰς δʼ εἶναι τοὺς στρατιώτας ὑπολαβόντες πότερον στεφανώσομεν, τὸν ὀρθὸν ἢ τὸν κείμενον, τὸν ἑστηκότα ἢ τὸν ἐρριμμένον; οὐ παύσῃ παραβάλλων ἀνδρὶ χεῖρα καὶ τραῦμα ἓν μυρίοις καὶ τὸν λειποτακτήσαντα τῷ μακροβίῳ νεκρῷ καὶ τὸν κρωτηριασμένον τῷ μέχρι νῦν ὁλοκλήρῳ; ὁ μὲν ἀφῆκε τὴν ναῦν, ὁ δὲ ἐκράτει τῆς ἀσπίδος.
λέγε νῦν καὶ τραγῴδει πολλάκις· καὶ γὰρ Αἰσχύλου πατὴρ εἶ καὶ τὴν χεῖρα ὄρος ἐποίεις. ἐκ γῆς ἐναυμάχει· Δάτις δʼ ἐκ θαλάττης ἐπεζομάχει. κατέσχε τὴν ναῦν· καλωδίου τὸ ἔργον· ἄγκυρα τοῦτο κρεῖττον ποιεῖ. ὁ μὲν ἐλάβετο, ὁ δʼ ἀπέκοψε. κατέσχε τοὺς πλέοντας· οἱ δὲ καὶ ὅμως ἐξέπλευσαν.
ἄνδρες Ἀθηναῖοι, περιελθόντες τὸ στρατόπεδον τοὺς μὲν εὑρήσετε χειρῶν ἄνευ, τοὺς δὲ ποδῶν, ἑτέρων
μὲν οὖς, ἑτέρων δὲ κεφαλὰς ἀποτετμημένας τῶν ἄλλων σωμάτων· πολλοὺς ὁμοίους ὄψεσθε Κυναιγείρῳ νεκρούς, Καλλιμάχῳ δὲ οὐδένα. τίς γὰρ σοὶ ἰσοστάσιος νεκρός; τίς γὰρ πιστὸς οὕτω στρατιώτης εἰς μάχην;νῦν σε μᾶλλον, ὦ Καλλίμαχε τέκνον, ἐθαύμασα Κυναιγείρου πεσόντος ὑπὸ πληγῆς μιᾶς, ὦ πολλὰ τοιαῦτα λαβὼν τραύματα καὶ μὴ κεκινημένε. οὐδεὶς σὲ ερσῶν διελὼν ἄπεισιν ὡς τῶν λοιπῶν ἀνθρώπων τὰ σώματα οὐκ ἀκινάκῃ Μηδικῷ, οὐ κοπίδι ερσικῇ, οὐκ αἰχμῇ Βαβυλωνίᾳ, οὐ πελέκει Φοινικίῳ. ὦ μόνε τῶν ἀποθανόντων οὐ πεσὼν καὶ μόνε μὴ ζῆν ἀπιστούμενε ἔστης μαρτυρούμενος τὴν νίκην τῷ σχήματι καὶ τῆς ψυχῆς ἀπελθούσης ὅμοιος ἦσθα τῷ μαχομένῳ.
ὦ τοῦ μεγάλου θαύματος· νῦν πρῶτον ἀθάνατος ὤφθη νεκρός. ὦ παῖ, μάντευμα ἄρα σου τοῦ κάλλους καὶ τῆς μάχης καὶ τοὔνομα ἦν. ἀνακάλει νῦν πολλὰ τὸν Κυναίγειρον ᾧ καὶ τὸ συμβὰν ὄνομα ἄδηλον [εἶναι] τῷ ἐρευνᾶν βουλομένῳ.
ὁ σὸς πάρεργον τοῖς βαρβάροις ἐγένετο, ὁ δὲ ἐμὸς υἱὸς διʼ ἀρετῆς περιουσίαν καὶ τῆς μάχης ὅλης ἐκράτησε καὶ τῆς νῦν τελουμένης τιμῆς γέγονεν αἴτιος. τῶν γὰρ ἄλλων πολεμάρχων δειλίαν ἐντιθεμένων τῷ πλήθει ἡ τούτου ψῆφος προσγενομένη τὴν ὅλην συμβολὴν ἐποίησε καὶ ὅπως δεῖ ἀπομάχεσθαι καὶ
τολμᾶν ἐκύρωσεν ὥστε παντὸς ἂν καὶ μόνος καὶ μάλιστα τοῦ κατορθώματος αἴτιος νομίζοιτο.καὶ τοῦτο μὲν αὐτῷ πρὸς πάντας ἐστίν, πρὸς δὲ τὸν Κυναίγειρον καὶ μάλιστα. τῷ ἑνὶ γὰρ τούτῳ σε καὶ ἀνανταγωνίστῳ νικήσομεν ἐρωτήματι. Κυναίγειρος θαυμαστὸς καὶ τολμηρὸς ἦν ἀνήρ· οὐ μέχρι τοῦ βίου; οὐ μέχρι τῆς ψυχῆς; ἀλλʼ ὡμολόγησε θάνατον καὶ τῷ κοινῷ τῆς φύσεως ἡττήθη νόμῳ. Καλλιμάχου δὲ ἡ ἀρετὴ ἀόριστός ἐστι καὶ φύσεως περιττοτέρα μόνη καὶ τὴν ψυχὴν ὑπερβαίνει. ἀγαθοὺς μὲν στρατιώτας πολλοὺς εὕροις [Μακεδόνας], Καλλίμαχον δὲ μόνον ἀνείκαστον τὸν ἐν τῷ βίῳ [μόνον] μεμαχημένον, τὸν μηδὲ ἐν τῷ θανάτῳ καμόντα ἀλλὰ καὶ μετὰ τὸν βίον ἄνδρα ἀγαθὸν γενόμενον καὶ τοὺς κοινοὺς τῆς φύσεως καὶ ἀρετῆς παρελθόντα ὅρους. ὦ καὶ καλλίμαχε καὶ καλλίνικε, ἄτρωτε καὶ πολύτρωτε, πῶς σε ἄν τις ἐπαινέσειε κατὰ τὴν ἀξίαν; οὐ γὰρ Αἰσχύλου καὶ τοιούτων ποιητῶν καὶ ῥητόρων ἄξιος ἀλλά τινος Ὁμήρου τραγῳδίας [ἢ τραγικῆς φωνῆς]. ὦ κοινὲ τῆς Ἀσίας σκοπέ· ὦ σκυλεύσας τῷ θανάτῳ τὴν στρατιὰν βασιλέως καὶ πλεῖστα λάφυρα τῶν βαρβάρων τὰ βέλη κατασχών· ὦ σεμνὸν ἀνάθημα
πολέμου·ὧ καλὸν Ἄρεως ἄγαλμα· ὦ πολέμαρχε πολεμάρχου θεοῦ δεινὸν εἴδωλον τῆς Ἀσίας τὰ τοξεύματα περιβεβλημένον· ὦ μόνος ἐνδὺς τὴν τοῦ πολέμου στολήν· ὦ σχῆμα ἐλευθέριον, ὦ σχῆμα Μαραθώνιον· ὦ μὴ κλίνας τὴν Ἑλλάδα· ὦ τῆς φύσεως περισσότερε· ὦ δύο μεγάλας μάχας Δαρείῳ καὶ θανάτῳ μεμαχημένε· ὦ κοινὸν καὶ ζώντων καὶ νεκρῶν κατόρθωμα· ὦ μὴ μετὰ ζωῆς τὴν ἀρετὴν ἀφείς·
ὦ φρόνημα πλέον τοῦ βίου· ὦ νεκρὲ ζώντων μαχιμώτερε. εἶχεν ἄρα ψυχὴν ἀριστὴν νεκρὸς καὶ δευτέραν καὶ μεγίστην διὰ τῆς ἰδίας δυνάμεως πολεμοῦσαν καὶ ἀγωνιζομένην. ὦ πρῶτος ἡμῖν δείξας ἀνθρώπων νεκροῦ μάχην· ὦ θανάτῳ τοὺς πρὸς βίον τρέχοντας ἕλκων ἐπὶ διαδικασίαν. τὰ μὲν γὰρ ἄλλα πάντα ἔπραξεν ὁ Καλλίμαχος, τῷ πολέμῳ δὲ θνήσκων ὡς στρατιώτης πατρίδος ὑπερμαχῶν ἀθάνατον τὰ σῶμα μετὰ τοῦ σχήματος ἔστησεν· ἔμεινε γὰρ ὧς ὡμολόγησε τῇ φθχῇ.