Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

³ ὃς ἔκτισεν καὶ ἔδωκεν ἐλέγξασθαι ἐγρηγόρους τοὺς υἱοὺς τοῦ οὐρανοῦ.

⁴ Ἐγὼ τὴν ἐρώτησιν ὑμῶν τῶν ἀγγέλων ἔγραψα, καὶ ἐν τῇ ὁράσει μου τοῦτο ἐδείχθη· καὶ οὔτε ἡ ἐρώτησις ὑμῶν παρεδέχθη,

⁵ ἴνα μηκέτι εἰς τὸν οὐρανὸν ἀναβῆτε ἐπὶ πάντας τοὺς αἰῶνας, καὶ ἐν τοῖς δεσμοῖς τῆς γῆς ἐρρέθη δῆσαι ὑμᾶς εἰς πάσας τὰς γενεάς τοῦ αἰῶνος,

⁶καὶ ἵνα περὶ τούτων ἴδητε τὴν ἀπώλειαν τῶν υἱῶν ὑμῶν τῶν ἀγαπητῶν, καὶ ὅτι οὐκ ἔσται ὑμῖν ὄνησις αὐτῶν, ἀλλὰ πεσοῦνται ἐνώπιον ὑμῶν ἐν μαχαίρᾳ.

⁷καὶ ἡ ἐρώτησις ὑμῶν περὶ αὐτῶν οὐκ ἔσται οὐδὲ περὶ ὑμῶν· καὶ ὑμεῖς κλαίοντες καὶ δεόμενοι καὶ μὴρλαλοῦντες πᾶν ῥῆμα ἀπὸ τῆς γραφῆς ἧς ἔγραψα.

8 Καὶ ἐμοὶ ἐφʼ ὁράσει οὕτως ἐδείχθη· ἰδοὺ νεφέλαι ἐν τῇ ὁράσει ἐκάλουν καὶ ὁμίχλαι με ἐφώνουν, καὶ διαδρομαὶ τῶν ἀστέρων καὶ διαστραπαί με κατεσπούδαζον καὶ ἐθορύβαζόν με, καὶ ἄνεμοι ἐν τῇ ὁράσει μου ἐξεπέτασάν με