Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
⁹καὶ ἐπῆράν με ἄνω καὶ εἰσήνεγκάν με εἰς τὸν οὐρανόν, καὶ εἰσῆλθον μέχρις ἤγγισα τείχους οἰκοδομῆς ἐν λίθοις χαλάζης καὶ γλώσσης πυρὸς κύκλῳ αὐτῶν· καὶ ἤρξαντο ἐκφοβεῖν με.
¹⁰Καὶ εἰσῆλθον εἰς τὰς γλώσσας τοῦ πυρός, καὶ ἤγγισα εἰς οἶκον μέγαν οἰκοδομημένον ἐν λίθοις χαλάζης, καὶ οἱ τοῖχοι τοῦ οἴκου ὡς λιθόπλακες, καὶ πᾶσαι ἦσαν ἐκ χιόνος, καὶ ἐδάφη χιονικά,
1¹καὶ αἱ στέγαι ὡς διαδρομαὶ ἀστέρων καὶ ἀστραπαί, καὶ μεταξὺ αὐτῶν χερουβὶν πύρινα, καὶ οὐρανὸς αὐτῶν ὕδωρ,
¹²καὶ πῦρ φλεγόμενον κύκλῳ τῶν τειχῶν, καὶ θύραι πυρὶ καιόμεναι.
¹³εἰσῆλθον εἰς τὸν οἶκον ἐκεῖνον, θερμὸν ὡς [*](9 σενεβελσατα Ρ την οψιν] ν 1⁰ superscr P¹ X IV 2 α] ων P 3 ελεγξασθαι coniec Nestle] εκλεξασθαι P)
14 καὶ ἥμην σειόμενος καὶ τρέμων, καὶ ἔπεσον. ἐθεώρουν ἐν τῇ ὁράσει μου,