Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁷καὶ πορευθεὶς ἐκάθισα ἐπὶ τῶν ὑδάτων Δὰν ἐν γῇ Δάν, ἥτις ἐστὶν ἐκ δεξιῶν Ἑρμωνειεὶμ δύσεως· ἀνεγίγνωσκον τὸ ὑπόμνημα τῶν δεήσεων αὐτῶν.

⁸ ὡς ἐκοιμήθην, καὶ ἰδοὺ ὄνειροι ἐπʼ ἐμὲ ἦλθον καὶ ὁράσεις ἐπʼ ἐμὲ ἐπέπιπτον, καὶ ἴδον ὁράσεις ὀργῆς, καὶ ἦλθεν [*](X II 4 οι γραμματευς P ηφανισατε] pr και P X III 4 γενηται] γενονται P αναγνοι 5 δυνονται P)

799
φωνὴ λέγουσα Εἶπον τοῖς υἱοῖς τοῦ οὐρανοῦ τοῦ ἐλέγξαι αὐτούς.

[*](P)

⁹καὶ ἔξυπνος γενόμενος ἦλθον πρὸς αὐτούς, καὶ πάντες συνηγμένοι ἐκάθηντο πενθοῦντες ἐν Ἐβελσατά, ἥτις ἐστὶν ἀνὰ μέσον τοῦ Λιβάνου καὶ Σενισήλ, περικεκαλυμμένοι τὴν ὄψιν.

¹⁰ἐνώπιον αὐτῶν καὶ ἀνήγγειλα αὐτοῖς πάσας τὰς ὁράσεις ἂς εἶδον κατὰ τοὺς ὕπνους, καὶ ἠρξάμην λαλεῖν τοὺς λόγους τῆς δικαιοσύνης, ἐλέγχων τοὺς ἐγρηγόρους τοῦ οὐρανοῦ.

¹Βίβλος λόγων δικαιοσύνης καὶ ἐλέγξεως ἐγρηγόρων τῶν ἀπὸ τοῦ αἰῶνος, κατὰ τὴν ἐντολὴν τοῦ ἁγίου τοῦ μεγάλου ἐν ταύτῃ τῇ ὁράσει.

2 Ἐγὰλ εἶδον κατὰ τοὺς ὕπνους μου ἃ νῦν λέγω ἐν γλώσσῃ σαρκίνῃ ἐν τῷ πνεύματι τοῦ στόματός μου, ὃ ἔδωκεν ὁ μέγας τοῖς ἀνθρώποις λαλεῖν ἐν αὐτοῖς καὶ νοήσει καρδίας·