Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. οἱ δοῦλοι μὴ παροργίζετε τοὺς δεσπότας ἐν μηδενί, ἵνα μὴ κακῶν ἀνηκέστων ἑαυτοῖς αἴτιοι γένησθε.
XI. Μηδεὶς ἀργὸς ἐσθιέτω, ἵνα μὴ ῥεμβὸς γένηται καὶ πορνοκόπος. μέθη, ὀργή, φθόνος, λοιδορία, κραυγή, βλασφημία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν. αἱ χῆραι μὴ σπαταλάτωσαν, ἵνα μὴ καταστρηνιάσωσι τοῦ λόγου.
2. τῷ καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή. τοὺς ἄρχοντας μὴ ἐρεθίζετε εἰς παροξυσμόν, ἵνα μὴ δῶτε ἀφορμὴν τοῖς ζητοῦσι καθ’ ὑμῶν.
3. περὶ δὲ γοητείας ἢ παιδεραστίας ἢ φόνου περιττὸν τὸ γράφειν, ὁπότε ταῦτα καὶ τοῖς ἔθνεσιν ἀπηγόρευται πράττειν. ταῦτα οὐχ ὡς ἀπόστολος παρακελεύομαι, ἀλλ’ ὡς σύνδουλος ὑμῶν ὑπομιμνήσκω ὑμᾶς.
XII. Ἀσπάζομαι τὸ ἅγιον πρεσβυτέριον. ἀσπάζομαι τοὺς ἱεροὺς διακόνους καὶ τὸ ποθεινόν μοι ὄνομα, ὃν ἐπίδοιμι ἀντὶ ἐμοῦ ἐν πνεύματι ἁγίῳ, ὅταν Χριστοῦ ἐπιτύχω· οὗ ἀντίψυχον γενοίμην.
2. ἀσπάζομαι ὑποδιακόνους, ἀναγνώστας, ψάλτας, πυλωροὺς, τοὺς κοπιῶντας, ἐπορκιστάς, ὁμολογητάς. ἀσπάζομαι τὰς φρουροὺς τῶν ἁγίων πυλώνων, τὰς ἐν Χριστῷ διακόνους.