Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. οἴδατε, ὅπως συνανεστράφην μεθ’ ὑμῶν. ἃ παρὼν ἔλεγον ὑμῖν, ταῦτα καὶ ἀπὼν γράφω· Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. μιμηταί μου γίνεσθε. ἀντίψυχον ὑμῶν γενοίμην, ὅταν Ἰησοῦ ἐπιτύχω. μνημονεύετέ μου τῶν δεσμῶν.
VIII. Οἱ πρεσβύτεροι, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον, ἕως ἀναδείξῃ ὁ θεὸς τὸν μέλλοντα ἄρχειν ὑμῶν· ἐγὼ γὰρ ἤδη σπένδομαι, ἵνα Χριστὸν κερδήσω.
2. οἱ διάκονοι γινωσκέτωσαν, οἵου εἰσὶν ἀξιώματος, καὶ σπουδαζέτωσαν ἄμεμπτοι εἶναι, ἵνα ὦσιν μιμηταί Χριστοῦ. ὁ λαὸς ὑποτασσέσθω τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις. αἱ παρθένοι γινωσκέτωσαν, τίνι καθιέρωσαν ἑαυτάς.
IX. Οἱ ἄνδρες στεργέτωσαν τὰς ὁμοζύγους, μνημονεύοντες, ὅτι μία ἑνί, οὐ πολλαὶ ἑνὶ ἐδόθησαν ἐν τῇ κτίσει. αἱ γυναῖκες τιμάτωσαν τοὺς ἄνδρας ὡς σάρκα ἰδίαν, μηδὲ ἐξ ὀνόματος αὐτοὺς τολμάτωσαν καλεῖν· σωφρονείτωσαν δέ, μόνους ἄνδρας τοὺς ὁμοζύγους
εἶναι νομίζουσαι, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην θεοῦ.2. οἱ γονεῖς τὰ τέκνα παιδεύετε παιδείαν ἱεράν. τὰ τέκνα τιμᾶτε τοὺς γονεῖς, ἵνα εὖ ὑμῖν ᾖ.
X. Οἱ δεσπόται μὴ ὑπερηφάνως τοῖς δούλοις προσέχετε, μιμούμενοι τὸν τλητικὸν Ἰὼβ εἰπόντα· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης μου, κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ὁ κύριος ποιήσηται; καὶ τὰ ἑξῆς ἐπίστασθε.