Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἀσπάζομαι τὰς χριστολήπτους παρθένους, ὧν ὀναίμην ἐν κυρίῳ Ἰησοῦ. ἀσπάζομαι τὰς σεμνοτάτας χήρας. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου καὶ πάσας τὰς ἀδελφάς μου ἐν κυρίῳ.
XIII. Ἀσπάζομαι Κασσιανὸν καὶ τὴν ὁμόζυγον αὐτοῦ καὶ τὰ φίλτατα αὐτοῦ τέκνα. ἀσπάζεται ὑμᾶς Πολύκαρπος ὁ ἀξιοπρεπὴς ἐπίσκοπος, ᾧ καὶ μέλει περὶ ὑμῶν, ᾧ καὶ παρεθέμην ὑμᾶς ἐν κυρίῳ· καὶ πᾶσα δὲ ἡ ἐκκλησία Σμυρναίων μνημονεύει ὑμῶν ἐν ταῖς προσευχαῖς ἐν κυρίῳ.
2. ἀσπάζεται ὑμᾶς Ὀνήσιμος ὁ Ἐφεσίων ποιμήν. ἀσπάζεται ὑμᾶς Δαμᾶς ὁ Μαγνησίας ἐπίσκοπος. ἀσπάζεται ὑμᾶς Πολύβιος ὁ Τραλλαίων. ἀσπάζεται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι, οἱ συνακόλουθοί μου. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
XIV. Ταῦτα ἀπὸ Φιλίππων γράφω ὑμῖν. ἐρρωμένους ὑμᾶς ὁ ὢν μόνος ἀγέννητος διὰ τοῦ πρὸ αἰώνων γεγεννημένου διαφυλάξαι πνεύματι καὶ σαρκί, καὶ ἴδοιμι ὑμᾶς ἐν τῇ τοῦ Χριστοῦ βασιλείᾳ.
2. ἀσπάζομαι τὸν ἀντ’ ἐμοῦ μέλλοντα ἄρχειν ὑμῶν, οὗ καὶ ὀναίμην ἐν Χριστῷ. ἔρρωσθε θεῷ καὶ Χριστῷ, πεφωτισμένοι τῷ ἁγίῳ πνεύματι.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῷ θεοτιμήτῳ καὶ ποθεινοτάτῳ, σεμνοτάτῳ, χριστοφόρῳ, πνευματοφόρῳ, γνησίῳ τέκνῳ ἐν πίστει καὶ ἀγάπῃ, Ἥρωνι διακόνῳ Χριστοῦ, ὑπηρέτῃ θεοῦ, χάρις, ἔλεος καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.