In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός φησιν· „ὄπι- „σθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ Ἀρκτοφύλαξ.“ ὁ δὲ Ἄρατος·

  • ἔξόπιθεν δʼ Ἑλίκης φέρεται, ἐλάοντι ἐοικώς,
  • Ἀρκτοφύλαξ.
  • καὶ πάλιν ὁ μὲν Εὔδοξος· „ὑπὸ δὲ τοὺς πόδας ἡ „Παρθένος ἐστίν“. ὁ δὲ Ἄρατος
  • ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
  • Παρθένον.
  • Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι· „παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ Ἐνγούνασίν „ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων.“ ὁ δὲ Ἄρατος· [*](1. κάμπην B hic et sic semper. || 8. παρὰ κεφ. P2, παρ κεφ. LV, παρακεφαλὴν M. || 9. κενοσουρα Vat., κυνοσουρα (sic) L, κυνὸς οὐρὰ P3, κυνὸς οὔρα V. || 11. εἱλεῖται AV. 14. Μεγ. Ἄρκ. ἐστὶν transposui, μεγ. ἐστὶν ἄρκ. vulg. || 16. ἐξό- πισθεν AP3M V. || 20. ποσὶν A. | ὕπο σκέπτ. corr. Μaass, ὑπο-)

    12
  • μέσσῳ δʼ ἐφύπερθε καρήνῳ
  • δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
  • ἐξ οὗ καὶ μάλιστα φανερὸν γίνεται τὸ προκείμενον· παρʼ ἑκατέρῳ γὰρ αὐτῶν ἠγνόηται· τὸν γὰρ ἀριστερὸν ἔχει πόδα ὁ Ἐνγόνασιν ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος, καὶ οὐ τὸν δεξιόν.

    Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος·

  • νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
  • σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεο〈ν〉.
  • περὶ ὧν καὶ ὁ Εὔδοξός φησι· „πλησίον δʼ ἐστὶ τῆς „τούτου κεφαλῆς ἡ τοῦ Ὀφιούχου κεφαλή.“

    Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,

    „καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας ὁ δὲ Ἄρατος·

  • κρατὶ δέ οἱ Δίδυμοι, μέσση δʼ ὕπο Καρκίνος ἐστί,
  • ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.
  • ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων·
  • τοῖός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
  • εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,
  • ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν.
  • [*](5. πόδα ἔχει B || 7. τόν τε A. | ὑπὸ τὸν νῶτον — Εὔδ. φησι om. B. || 11. ἔστι A. || 20. ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. | καρκίνος A. ed. pr. hic et sic semper. || 24. ὑπω-)
    14