In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.

Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι

διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα- φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.

Ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει· ,,μεταξὺ δὲ τῶν Ἄρκτων ,,ἐστὶν ἡ τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς [*](1. ἑκάστ τὰς τῶν A. ||4. πάντα om. B. || ὡριμαία A. 5. γὰρ sub linea add. L, ad marg M, om. V. ||7. νομίζων V, ν finali expuncto LM. ||13. τὰς παρὰ τῷ Εὐδ.*] τὰς περὶ τοῦ Εὐδ. AB, τὰς τοῦ Εὐδ. edd. || 16. β’ βιβλία B edd., et sic fere semper, ubi numeralia occurrunt, conf. Praef. cap. ll. 23. ἔστιν A ed. pr. | τὸν ἄκρον*] τὸν μικρὸν vulg.(ι ex α factum L.))

10
,,κεφαλῆς ἔχουσα τῆς Mεγάλης Ἄρκτου. καμπὴν δὲ ,,ἔχει παρὰ τὴν κεφαλὴν τῆς Mικρᾶς Ἄρκτου καὶ παρα- ,,τέταται ὑπὸ τοὺς πόδας· ἑτέραν δὲ καμπὴν ἐνταῦθα „ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν ἔχει τὴν κεφα-

„λήν ὁ δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν·

  • αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,
  • ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη
  • οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου,
  • σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ
  • αὐτὴν
  • εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρι,
  • ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει.