In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ- „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου ὁ δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως·

  • Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
  • ἀντία δινεύει.
  • καὶ πάλιν·
  • λαιοῦ δὲ κεράατος ἄκρον
  • καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο
  • εἷς ἀστὴρ ἐπέχει.
  • Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος οὕτως· „ὑπὸ „δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ „Κηρεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσό- ,,πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ

    „τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως. ὁ δὲ Ἄρατός φησιν·

  • ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς
  • εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει,
  • αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας
  • πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος.
  • παῤ ἑκατέρῳ δʼ αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος· τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστη- μάτων.

    [*](1. κατέναντι δὲ om. B. || 10. λαοῦ Vat. || 11. παρακειμένου*] παρακείμενον vulg. || 16. κάμπη abhinc semper etiam A. 21. πρώτης ἱέμενος corr. Maass, πρώτη δʼ ἰέμενος Vat., πρώτη διʼ ἐμενος (sic) P1P2, πρώτης ἰέμενος B, πρώτης δʼ ἱέμενος edd. ||)
    16

    Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· ,,τοῦ ,,μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης ,,δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ,,ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ,,ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι ,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ

    ,,τῆς κοιλίας τοῦ Ἵππου·“ ὁ δὲ Ἄρατος·

  • τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
  • νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια.
  • καὶ μετʼ ὀλίγον·
  • αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
  • Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον.
  • καὶ πάλιν·
  • ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ
  • τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ.
  • καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ·
  • ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
  • Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.
  • καὶ ἔτι·
  • Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
  • σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.