Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἕνεκα ⎡τοίνυν⎤ τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι τὸ μεταβάλλομενον. μεταβαλλόμενον δὲ ⟨τὸ σῶμα⟩ ἀπὸ ἑτέρου εἰς ἕτερον μεταπίπτει, καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα οὐχί [συστατόν]· μεταβληθὲν δὲ εἰς ἕτερον, τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. ⟨⟨τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται·⟩⟩ τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει [σῶμα], ἡ δὲ ποιὰ διάθεσις οὐ μένει. [[τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται.]]

⟨ἕνεκ⟩α σώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις.

τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος· ἰδιότης δὲ [τοῦ] τόπου παραδοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, ⎡φύσεως δὲ κίνησις, [ἁρμονίας δὲ φιλία,] σώματος δὲ μεταβολή.⎤ ἰδιότης δὲ ψυχῆς ἡ κατ᾽ οὐσίαν νοη⟨τὴν κίνη⟩σις.

ψυχὴ τοίνυν ἐστίν, ὦ Ἄμμων, οὐσία αὐτοτελὴς ἐν ἀρχῇ· ἑλομένη ⟨δὲ⟩ βίον τὸν καθ᾽ εἱμαρμένην, ⟨...⟩ καὶ ἐπεσπάσατο ἑαυτῇ ⟨ἄ⟩λογόν ⟨τι⟩ ὅμοιον τῇ ὕλῃ.

⟨... ⟩ ⎡ἔχοντα⎤ θυμὸν καὶ ἐπιθυμίαν. καὶ ὁ μὲν θυμός [ὑπάρχει ὕλη. οὗτος], ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸ τῆς ψυχῆς νόημα, γίνεται ἀνδρεία, καὶ οὐ παράγεται ὑπὸ δειλίας· ἡ δὲ ἐπιθυμία [παρέχεται. αὕτη], ἐὰν ἕξιν ποιήσηται πρὸς τὸν τῆς ψυχῆς λογισμόν, γίνεται σωφροσύνη, καὶ οὐ κινεῖται ὑπὸ ἡδονῆς.