Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
καὶ ⟨ἡ⟩ ἐγγυτάτω ⟨⟨⟨παρ⟩οῦσα⟩⟩ ψυχὴ [[οὖσα]] ⟨προσ⟩οικειοῦται, οὐ κατά τιν⟨α⟩ συγγενικὴν ὁΜοιότητα ⟨παραγενομένη⟩, ἀλλὰ [τὴν] καθ᾽ εἱμαρμένην· οὐ γὰρ ἔρω⟨ς⟩[των] ἐστὶν αὐτῇ ⟨τοῦ⟩ μετὰ σώματος εἶναι. διὰ τοῦτο καθ᾽ εἱμαρμένην ⟨...⟩.
⟨...⟩ παρέχει τῷ γενομένῳ διανοητικὴν κίνησιν.
⟨...⟩ καὶ νοερὰν [ζωῆς αὐτῆς] οὐσίαν. ⟨⟨ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας.⟩⟩
[[παρεισέρπει γὰρ τῷ πνεύματι καὶ κινεῖ ζωτικῶς.]]
⟨ἡ⟩ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος· καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. τυγχάνει γὰρ οὖσα ⎡ἀεικίνητος κατ᾽ οὐσίαν κατὰ νόησιν αὐτοκίνητος⎤, οὐκ ἔν τινι ⎡κινουμένη⎤, οὐ πρός τι, οὐ⟨χ⟩ ἕνεκέν τινος. προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖ τῶν ὑστέρων.
⎡τὸ ἔν τινι τοίνυν ἐστὶν⎤ ὁ τόπος καὶ ⟨ὁ⟩ χρόνος ⎡καὶ φύσις⎤· ⎡τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα·⎤ τὸ δὲ οὗ ἕνεκα ⟨ταῦτα⟩, τὸ σῶμα.
ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φυσικ⟨ὴ κίνησις⟩· [ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις.] [ἐπεὶ τοίνυν τὸ σῶμα ἐδεῖτο τόπου] ἀμήχανον γὰρ [ἦν] συστῆναι σῶμα ἄνευ τόπου, [καὶ μεταβάλλεται φυσικῇ ⟨κινήσει⟩,] ἀδύνατον δὲ μεταβολὴν ⟨σώματος⟩ εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως. [οὔτε σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας].