Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
[ἀναπληροῖ γὰρ ὁ λογισμὸς τὸ ἐνδέον τῆς ἐπιθυμίας.] ὅταν δὲ ἀμφότερα ὁμονοήσῃ καὶ ἴσην ἕξιν ποιήσῃ, καὶ ἔχηται ἀμφότερα τοῦ τῆς ψυχῆς λογισμοῦ, γίνεται δικαιοσύνη· ἡ γὰρ ἴση ἕξις αὐτῶν ἀφαιρεῖ μὲν τὴν ὑπερβολὴν τοῦ θυμοῦ, ἐπανισοῖ δὲ τὸ ἐνδέον τῆς ἐπιθυμίας.
[ἀρχὴ δὲ τούτων ἡ διανοητικὴ οὐσία] [καθ᾽ αὑτὴν ἑαυτὴ οὖσα ἐν τῷ αὑτῆς περινοητικῷ λόγῳ] [κράτος ἔχουσα τὸν ἑαυτῆς λόγον.]
ἄρχει δὲ ⟨τούτων⟩ [[καὶ ἡγεμονεύει]] ἡ ⟨νοητικὴ⟩ οὐσία, ⟨⟨καὶ ἡγεμονεύει⟩⟩ ὥσπερ ἄρχων, ὁ δὲ λόγος ⟨συνακολουθεῖ⟩ αὐτῇ[ς] ὥσπερ σύμβουλος.
ὁ [περι] [[νοητικὸς]] λόγος τοίνυν τῆς ⟨⟨νοητικ῀Ης⟩⟩ οὐσίας ἐστί· ⎡γνῶσις τῶν λογισμῶν τῶν παρεχόντων⎤ ⟨... ⟩ ⟨ἀπ⟩είκασμα λογισμοῦ [τῷ ἀλόγῳ], ἀμυδρὸν μὲν ὡς πρὸς λογισμόν, [λογισμὸν] [[δὲ ὡς πρὸς τὸ ἄλογον,]] καθάπερ ἠχὼ πρὸς φωνήν, καὶ τὸ τῆς σελήνης λαμπρὸν πρὸς ⟨τὸ τοῦ⟩ ἡλίοΥ, ⟨σαφὲς⟩ ⟨⟨δὲ ὡς πρὸς τὸ ἄλογον.⟩⟩
[ἥρμοσται δὲ θυμὸς καὶ ἐπιθυμία πρός τινα λογισμόν] [καὶ ἀνθέλκει ἄλληλα] [καὶ ἐπίσταται ἐν ἑαυτοῖς κυκλικὴν διάνοιαν.]