ἀλλὰ ταῦτά γε εἰ μὲν ὑπό τινων [*](ΧΧΧVI) αἰτίων περιεστώτων αὐτοῖς οὕτως ἀναγκάζονται λέγειν, συγγινώσκειν αὐτοῖς ἄξιον, καὶ οὐδὲν δεῖ οὔθ’ ἡμᾶς περὶ τῶν ὑπ’ ἐκείνων κατ’ ἀνάγκην λεγομένων πολυπραγμονεῖν οὔτε ἐκείνους περὶ τῶν οὐχ ὁμοίως αὐτοῖς λεγόντων (ἑκάστοις γὰρ τῶν λεγομένων τε καὶ δοξαζομένων αἰτία ἡ τῶν περιεστώτων δύναμις), καὶ οὐδὲν δεῖ τοὺς λέγοντας αἰτιᾶσθαι οὐδὲν εἰς τὸ οὕτως λέγειν συντελοῦντας, εἴ γε μήτε τῶν περιεστώτων μήτε τῆς ἕξεως, καθ’ ἣν ὑπὸ τῶν περιεστώτων οὕτως αὐτοῖς κινεῖσθαι συμβέβηκεν, τὴν αἰτίαν ἔχουσιν ἐν αὐτοῖς. εἰ δὲ ἐξουσίαν ἔχομεν καὶ χεῖρόν τι καὶ βέλτιον εἰπεῖν, τίς οὐκ [*](1. 2 ἐν τούτοις del. V¹: om. a¹² 2 δὲ τῶν Lond. 0 γὰρ om. Lond. 0 3 τοῦ ὅτι 0 ἢ B²HES οὐ (η superscr. v. c.) V: οὗ a¹2: οὐ B1 Cas. 4 μηδὲ] μ add. v. c, V παραλείπωμεν KE Cas. 0: παραλίπωμεν V: παραλείπομεν a¹² 5 δυναμένου Va¹²: δυνάμενον ES: δυναμένῳ Lond. O: om. K 5. 6 οὐ γάρ ἐστι] οὐκ ἔστι Lond. 0 cf. 208,19 6 οὐκ ἔστι δὲ V¹a¹²0: οὐδέ ἐστι v. c. V: οὐκ ἔστι ES 6 7 οὐκ ἔστι δὲ αἷσα Va¹²: ⟨οὐδὲ ἔστι μὲν (μὲν om. Lond. coni. O) πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἷσα B2 Lond. 0 recte 7 οὐδέ ἐστι μὲν νέμεσις v. c. V: οὐδέ ἐστι νέμεσις V¹a¹²: οὐκ ἔστι μὲν νέμεσις 0: οὐδὲ νέμεσις Lond. 8 δὲ νόμος v. c. Va¹²0: μὲν νόμος V1: νόμος HES μὲν νόμος v. c. Va1²0: δὲ νόμος V¹: νόμος ES οὐδ V: οὐκ a1²0 δὲ λόγος a12 μὲν λόγος HB¹: /// μὲν λόγος V: λόγος ES 9 προστατικός a1² 13 αισχρόν V 17 alt. δε V 18 ἔστι ⟨δὲ⟩ B2S 19 εἰ V¹a12: οὐ v. c. V ταῦτα ⟨οὐκ⟩ B² ἀπείρηται V: ἀπήρηται a¹2: ἀφῄρηται Lond. 0: ἅπερ εἴρηται ES μὲν] μὴ B² 21 ἀξίωσις 0 25 δοξαζομένων αἰτία Schwartz: δοξάντων αἰτία Lond. 0: δοξαζόντων αἰτία καὶ B²: δοξαζόντων τινὰ libri 28 αὐτοῖς] αὐτὴν a¹²: αὐτοὺς 0 ἐν add. v. c. V: exh. a¹2: om. HKES)
208
ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν τὸ μὴ δεῖν ὧν ἦν τὸ ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς. θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρῆσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν οὕτως, ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζύῳ, εἰ δὲ ὡς ζῴῳ, καὶ ὡς ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴ ῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑφ’ αὐτῶν διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν ἑπομένων καὶ τούτων τῶν ἐξ ἀνάγκης περιεστώτων αὐτὰ τότε αἰτίοις ἅτινα ἂν
--- ἡγούμενοι διὰ τοῦ τὸ καθ’ ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους οὓς ἐρωτῶσιν λόγους καὶ δὴ καὶ τὸν προειρημένον ἐμοὶ δοκεῖ ὡς οὐκ ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας. ἴδωμεν δὲ τὸ λεγόμενον ἡμεῖς δι’ αὐτοῦ τὰ πολλὰ τῶν κειμένων ὀνομάτων παραιτησάμενοι τὸ νῦν, τὴν δὲ πεπρωμένην καὶ τὴν αἶσαν καὶ τὴν νέμεσιν ὑφελόντες, οἷς ὀνόμασιν ἐφ’ ὧν αὐτοῖς δοκεῖ σημαινομένων χρῶνται, ἐπὶ τῶν ἄλλων ἐξετάσωμεν. ἄξιον γὰρ μαθεῖν τὴν ἀνάγκην τῆς ἀκολουθίας τῆς οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ νόμος’. εἰ γὰρ τὰ μὲν γινόμενα καθ’ εἱμαρμένην ἕπεται τοῖς ἐξ ἀνάγκης αὐτὰ περιεστῶσιν αἰτίοις καὶ οὐχ οἷόν τε τὸν καθ’ ὁρμὴν ἐνεργοῦντα μὴ ἀκολουθεῖν τούτοις τοῖς αἰτίοις τὴν αἰτίαν τὴν ἐξ αὐτοῦ πάντως ἐκείνοις συνάπτοντα, ὡς οὐδὲ τὸν ἀπὸ ὕψους ἀφεθέντα λίθον μὴ κάτω φέρεσθαι ἢ τὴν σφαῖραν κατὰ τοῦ πρανοῦς μὴ κυλίεσθαι ἀφεθεῖσαν κατ’ αὐτοῦ, τίς ἔτι χρεία νόμων; ὡς γὰρ ὁ λίθος οὐκ ἂν ὑπὸ τοῦ λέγοντος μὴ δεῖν κάτω φέρεσθαι κωλυθείη ποτ’ ἂν τῷ αὐτός τε τὴν φύσιν εἶναι τοιοῦτος τά τε ἔξωθεν ἔχειν αἴτια συνεργὰ πρὸς τοῦτο, οὕτως οὐδὲ
[*](1 περίττην O: ἀπέραντον Casp. O 2 pr. τὸ] τοι B²? δεῖν— ἄρα] δέον, οἶον ἦν τὸ ἀπόρημα Diels μακράς a 12 4 γινομένους O εμαρμένης a2 6 μὲν om. O 7 καὶ ⟨ὡς⟩ scripsi: del. Gercke ὁρμητικη (sic, supra η: ω) V: fortasse ὁρμητικῷ, 〈καὶ⟩ τῷ χρῆσθαι a2 8 ὑπ’ αὐτῆς Gercke διὰ τῶν ζῴων del. Heine 10 αἰτίοις a¹ 1²: αἰτίοισ (supra σις: ων m1) V: αἰτίυων HK: αἰτίαις Lond. O τοῦτο HKES: τοῦ Gercke lacunam indicavi τούτων τοῖς . . περιεστῶσιν . . αἰτίοις Gercke: ταῖς τῶν . . περιεστώτων . . αἰτίαις Hine ⟨πράττῃ⟩ ἡγούμενοι Heine 12 καὶ τὸ a¹2: τὸ καὶ V τε] δὲ a2 οὓς delevi: οὓσ· sic V: οὓς a¹2: οὖν Lond. O 13 τὸν] τὸ V1 (corr. v. c. V) 14. 15 παρέξειν E: ταράξειν Lond. 15 λεγόμενα a2 δι’ αὐτοῦ (αὐ m1 s. v.) V: διὰ τοῦ a¹2: καὶ διὰ τοῦ Lond. O: διὰ τούτων περὶ Cas.: διὰ τοῦτο coni. O aut del. 19 alt. τῆς] ταύτης Cas. O: om. ES 20 δὲ B2S Lond. O: γὰρ Va 12 22 ⟨καὶ⟩ τὴν αἰτίαν Cas. O 23 συνάπτοντα B² Lond.: συνάπτον VB1 (sed ο in lit. B) a¹2: συνάπτειν Cas. O: συνάπτων S ὡς H: ὡστε sic V: ὥστε a¹2: ὥσπερ B² οὐδὲν a2 ἀφεθέντα Gercke: ἀφέντα libri 24 σφαίραν a1 κυλύεσθαι a1: κωλύεσθαι a2 27 αἴτια ἔχειν a¹² ουτοσ ηδὲ V¹ (corr. v. c.)) 209
ἡμῶν τις πεισθείη ποτ’ ἄν λόγῳ ἢ νόμῳ ἄλλως ἀξιοῦντι πράττειν παρὰ τὴν τῶν περιεστώτων ἀνάγκην. οὐ γὰρ πλέον τι ἡμῖν ἐκ τοῦ συνιέναι τῶν προστασσομένων ὑπὸ τῶν νόμων ἔχουσιν προκαταβεβλημένας αἰτίας, αἷς περιεστώσαις ἀκολουθεῖν τὴν ὁρμὴν ἀνάγκη. οὕτως δὲ ἀναιροῖτ’ ἂν τὸ ἐκ τῶν νόμων χρήσιμον, εἴ γε οἱ μὲν νόμοι προστακτικοὶ μέν εἰσι τῶν ποιητέων, ἀπαγορευτικοὶ δὲ τῶν οὐ ποιητέων, οὐχ ἕπεται δὲ τῇ τῶν νόμων προστάξει τὸ καθ’ ὁρμὴν ἡμᾶς ἐνεργεῖν, ὅταν τὰ περιεστῶτα αἴτια ἐξ ἀνάγκης ἡμᾶς ἐπ’ ἄλλα τινὰ κινῇ τε καὶ φέρῃ. ἀναιρουμένου δὲ διὰ τὴν τοιαύτην εἱμαρμένην τοῦ ἀπὸ τῶν νόμων χρησίμου, ἀναιροῖντ’ ἂν καὶ οἱ νόμοι. τί γὰρ ὄφελος νόμων, οἷς πείθεσθαι τὴν ἐξουσίαν ὑπὸ τῆς εἱμαρμένης ἀφῃρήμεθα; οὐκ ἄρα τῷ τοιαύτην εἶναι τὴν εἱμαρμένην ἕπεται τὸ νόμον εἶναι. ἐναντία γὰρ εἱμαρμένη τε καὶ νόμος, εἴ γε ὁ μὲν νόμος προστακτικός ἐστι τῶν πρακτέων τε καὶ μή, ὡς τῶν πραττομένων δυναμένων αὐτῷ πείθεσθαι κελεύοντι (διὸ καὶ τοὺς μὴ πειθομένους ὡς ἁμαρτάνοντας ἕημιοῖ, τιμῶν τοὺς πειθομένους ὡς κατορθοῦντας), ἡ δὲ εἱμαρμένη πάντα τὰ γινόμενα ἀναγκαίως τε καὶ δι’ ὁμοίας αἰτίας φησὶ γίνεσθαι, τῶν δὲ δι’ ὁμοίας γινομένων αἰτίας οὐχ οἷόν τε τὰ μὲν ἁμαρτήματα λέγειν, τὰ δὲ κατορθώματα. εἰ γὰρ λέγοι τις καὶ τὸν νόμον ἐν τοῖς ἀναγκαίοις τε καὶ προκαταβεβλημένοις ὑπὸ τῆς εἱμαρμένης αἰτίοις εἶναι, δῆλον ὡς καὶ τοῖς πράσσουσιν καθ’ ὁρμὴν τὰ κατ’ αὐτὸν ἐν τοῖς περιεστῶσιν αἰτίοις καὶ αὐτὸς ἔσται κατηναγκασμένως, οὐ περιστήσεται δὲ τοῖς πράττουσιν τὰ μὴ κατ’ αὐτόν. οἱ δὲ ταύτην τοῦ μὴ πράσσειν τὰ κατὰ τοὺς νόμους ἔχοντες τὴν αἰτίαν πρόδηλον ὡς οὐκ ἂν ψέγοιντο. πῶς γὰρ ἄξιοι; τὸ γοῦν ἐν τοῖς περιεστῶσιν κατ’ ἀνάγκην αἰτίοις, οἷς μὴ ἕπεσθαι τὴν ὁρμὴν οὐχ οἶόν τε, οὐκ ἦν ἐκ τῶν νόμων αἰτία, κατ’ ἀνάγκην τινὰ καὶ εἱμαρμένην παρεῖναι κεκωλυμένη. ἀλλὰ οὕτως γε οὐδ’ ἂν νόμος ἔτι εἴη ἔχων καὶ πειθομένους αὑτῷ, εἴγε χρὴ τούτῳ πείθεσθαι λέγειν ἐξ ἀνάγκης ἑπομένους, καὶ τοὺς μὴ πειθομένους ὑπὸ ἀνάγκης τινὸς πείθεσθαι κεκωλυμένους. ὥστε πολὺ ἂν ἀληθέστερον εἴη συνειλημμένον τὸ εἰ ἔστι τοιαύτη εἱμαρμένη, οὐκ ἔστι νόμος’. ἀναιρουμένου δὲ νόμου καὶ σὺν αὐτῷ μαρτήματός τε καὶ κατορθώματος, ἀναιροῖτ’ ἄν, ὡς καὶ αὐτοὶ διὰ τῆς ἀκολουθίας ἐλάμβανον
[*](3 ἀντίας a2 7 τὸ HB1 (ex corr.) O: τὰ rel. τὰ s. v. V 9 ἀναιροῖντ’ (alt. ν s. v.) Va¹²: ἀναιροῖτ’ KS 10 οἱ add. a¹² τὸ γὰρ a¹² 12 τὸ] τὸν a¹2 13 πραττόντων ES Cas. Lond. 0 13. 14 δυνάμεων K 14 αὐτῷ corr. ex αὐτῶν V 15 τῇ δὲ εμαρμένῃ coni. 0 16 φασι coni. 0 16. 17 τῶν . . γινομένων Lond. O: τῷ . . γινομένῳ libri 18 λέγει a¹² 20 πράσσουσιν] προσουσιν V1 (corr. v. c. V) κατ’ αὐτὸν Lond. O: καθ᾿ αὐτοῖς Va¹²: καθ’ αὑτοὺς HES Cas.: κατ’ αὐτοὺς B² 21 κατηναγκασμένως KES: κατηναγμένωσ (sic, supra ω: ο m1) V: κατηναγκασμένος a¹2 22 αὐτόν Lond. 0: αὐτούς libri νόγους a1 23 τὸ] ὅτι Lond.: fortasse τότε 24 καθ’ ὁρμὴν Ο 25 fortasse ἦν ⟨ἡ⟩ ἐκ 26 κεκωλυμένη Lond. O: κεκωλυμένην V: κεκωλυμένης (supra η: οι) ES νόμοις a2 ἔχων] ἐξὸν Casp. O 26. 27 καὶ πειθομένους θἱ γρ. S2 Cas. Casp. O: καίπερ θεμένους Va¹: καὶ περιθεμένους a2 27 αὑτῷ scripsi: αὐτῷ γρ. Cas.: αὐτῶν Va¹2: αὐτὸν B² Lond. O τούτω] τοῦτο (supra o: ω m1) V 29 συ| νει| λημμένον sic V: συνειλημένον a1 30 νόμον a2 Suppl. Arist. Π 2 Alex. s cripta minora.) 210
τῆς κατὰ τὸν λόγον, ἀρετή τε καὶ κακία καὶ τὸ εἶναί τι ἐν ἀνθρώποις αἰσχρόν τε καὶ καλὸν καὶ ἐπαινετόν τε καὶ ψεκτὸν καὶ τιμῆς τε καὶ κολάσεως ἄξιον. οὐδὲν ἄρα μένει τοῦ ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένου, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένων κάτωθεν ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν εἶναι ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτὸ διὰ τοῦ προλαβόντας ἄλλοις ἐπιφέρειν αὐτὰ τὸ μὴ δοκεῖν ἔχεσθαι τὸ καὶ τοῖς διαφεύγειν ἡγουμένοις. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι, εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ καὶ κακία, εἰ δὲ μὴ ταῦτα, φασίν, ὅτι μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. καὶ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ἄρα τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦτ’ εἴπετο.