De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
ἴδωμεν δὲ καὶ τὸν ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας [*](XXXV) ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις. οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος, οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί, ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ εἰ ἔστιν ἀρετή, ἔστι φρόνησις, ἀλλ’ εἰ τοῦτο, ἔστιν ἡ ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρτήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά, καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ κακὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι· ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν τιμῶμεν, ἃ δὲ ψέγομεν κολάζομεν, καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν’. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὧν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὧν ἐλέγχοιτο. πρῶτον μὲν γὰρ ἄν τις συγχωρήσειε προχείρως τῷ οὐ πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ [*](2 alt. καὶ s. v. V 4 κατασκευασμένου V: καὶ κατεσκευασμένου B2S mg.: κατεσκευασμένον Cas. Casp. O τε] τὸ a2 ἀρξαμένοις B2 5 fortasse ⟨τῆς⟩ ἀκολουθίας 6 ὡσ corr ex πωσ V¹: πῶς a 12: ὡς Lond. O τοῦ προλαβόντος KES: τὸ προβάλλειν Lond. O 7 ἄλλους Lond. ἐφέρειν a¹ : ἀφαιρεῖν Lond. O αὐτὸ Lond. O τὸ μὴ Va¹2: τῷ μὴ H mg. E Lond. O: το (supra : ω) μὴ S ἔχεσθαι τὸ καὶ τοῖς Va¹²: ἕπεσθαι τὸ καὶ τοῖς KES: ἕπεσθαι καὶ τοῖς H mg.: ἔχεσθαι ὃ καὶ Lond. O 7. 8 ἡγοῦνται Lond. O 11 τὸ μὴ HB2E Cas. O: μὴ τὸ Va1²: τὸ μηδὲ S pr. μήτε om. a¹² τιμαὶ Lond. 12 καὶ add. B² 13 ἀναιρεῖται HES ἄρα add. B² 14 τὸν addidi ἠρωτημένων a12 15 οὖτοσ corr. in οὕτωσ V¹: οὗτος ES, fortasse recte : οὕτως rel. 16 pr. ἔστη s. v. V 17 μεν ·τοῦτο· sic V 18 ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ v. c. Va 12: ἀλλὰ εἰ το ἔστι ἀρα ἀλλ’ sic V¹: ἀλλ ἀεὶ τὸ εἴ ἐστιν ἄρα ἀλλ’ sic S: ἀλλὰ εἰ το ει (supra το ει: θεοίδε) ἐστὶν ἀρετη ἀλλ’ sic Ε: ἀλλὰ τοῦτο ἔστι ἀρετή, ἀλλ᾿ K tert. εἰ om. a12 19 τουτο V ἡ del. Gercke 24 pr. ἐστι] εἰσι a¹² 25 εἰσιν] οὔκ εἰσιν O: οὐκ ἂν Lond. 28 οὖτοι a1: ουτοι a2 29. 30 συγχωρήσειε] B2: συγχωρήσει Va¹²: συγχωρήη ES 30 τὸ Cas. Lond. O)