De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

μηδὲ ἐκεῖνον δὲ παραλείπωμεν τὸν λόγον, ᾧ θαρροῦσιν [*](ΧΧΧV) ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γὰρ οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη, * * * οὐκ ἔστι δὲ αἶσα, οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις, οὐδὲ ἔστι μὲν νέμεσις. οὐκ ἔστι δὲ νόμος, οὐδ’ ἔστι μὲν νόμος, οὐδ’ ἔστιν δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν. ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἐστὶ μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις, ἀλλ’ ἔστιν μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίωσις καὶ ἐπανόρθωσις. εἰ δὲ ταῦτα, ⟨οὐκ⟩ ἀπείρηται μὲν εἶναι πάντων γινομένων καθ’ εἱμαρμένην κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι’.