πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ [*](ΧΧΧΙV) ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ πρὸς τὸ κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύσιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων [*](1 ἡγεῖσθαι] ⟨οὐχ⟩ ἡγεῖσθαι Casp. Ο: πλᾶνασθαι B2: ληρεῖν sive νηπιάζεσθαι Gercke: ⟨ἄτοπα⟩ ἡγεῖσθαι Heine οὐχ sic V: del. Casp. 0 2 μὴ sic V: μὴ rel. (τὸ μὴ Casp. 0) 4 ἐνέργήμάτι V: ἐνἐρωτήματι ES τι τὸ] τι τῶν coni. 0 4. 5 εἰ μὴ — ἐρωτᾶν om. a¹² 6 τούτῳ] ῳ in lit. B μὴ scripsi: μήτε libri: del. Heine: μηδὲν B² 7 δὲ ⟨μηδὲ⟩ Heine τι] τὸ Gercke: τε a2: del. B² οὖ καὶ αὐτοῦ (καὶ in lit.) B: οὐκ αὐτοῦ (ὐ in lit. 3 litt.) V: οὐκ αὐτοῦ a¹2: καὶ αὐτοῦ Lond. 0 10 τούτου Lond. 0 12 ἔστι delevi: coll. post παντάπασιν B² οὐ corr. ex οὖν V ἀγνοοῦντες B² ταυτα V 17 ἡ addidi 18 γίνεται 0 19 οὐ] αἱ a2 του V 20 μή τι a¹² τῶν . . ἐνεργουμένων coni. 0 22 οὐκ] υ in lit. V γινόμενα] λεγόμενα Casp. 0 23 αὐτην (sic, supra ν: ι) προστὸ (i. e. αὐτῇ) V: αὐτῇ Lond. 0: αὐτὴν πρὸς τὸ KB (his verbis B² lineolam subducit, i. e. del.) a¹2 Cas.: αὐτῆ πρὸς τὸ HES 24 nonne χρῆσθαι αὐτὸν a¹2 26 ωσταυτοῦ sic V 28 μόνον] χρόνον a1 29. 30 fortasse κατὰ φύσιν. ⟨κ ατὰ φύ φύσιν⟩ μὲν ⟨οὖν ⟩ ὄντων [δὲ] καὶ 30 μενόντων τῶν δὲ a²)
206
φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως’. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν. κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρτάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμένως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορθοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης δὲ πάντα ποιοῦμεν καθ’ σὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώτων μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορθοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει ἠ τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττουσιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ τὰ αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτάνειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τινων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν, δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ
[*](1 ποιητήτων a2 ἔπαινοι m1 corr. ex ἐπαινουμενου V 1. 2 τιμαὶ καὶ κολάσεις HO 2 τομαὶ a1 3 ἔτι ταῦτα a¹² 4 alt. τὴν om. a2 ἀνάγκην V 7 μὴν τοῖς Va¹: μέντοι γε τοῖς a2: μέντοι γε ES: μέντοι γε ὅτι Lond. 0 8 πάντα] pr. α in lit. V: πάντα ⟨ποιεῖν ἃ⟩ Schwartz ἕπεται scripsi: ἔπειτα libri 10.11 περιστώτων a 11 τὰ] fortasse ταῦτα 12 ταῦτα suspectum 13 ἁμαρτάνειν sic V 14 εἰ v. c. V: om. a¹2 15 τὰ βελτίω HESO: /////βελτίω B: ἡ τὰ βελτίων sic V: ἢ τὰ βελτίω a¹² 16 του V 18 τῶν V 19 ὧν H: ημὦν sic V: ἡμῶν a¹2: εἰ γὰρ (del. δὲ B²: οἷς Lond. 0 19. 20 ἃ πράττομεν B² 20 αὐτοὶ] αὐτοὶ sic V: αὐτοῖς a¹² τὰ om. ES: ταῦτα (conl. v.12 Diels 21 αυτοῖσ V ⟨περιιστά- μενα⟩ περιεστάναι B² τούτοις a2 23 ἢ ὁρμὴ K: ὁρμὴν a¹² 24 ἐν om. a2 25 δὲ a12 28 οἵ τε v. c. corr. ex οὔτε V 29 τιμαὶ] τι s. v. V 30 τὸ) 207
ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, ἐν τούτοις ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦμεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα.