De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

205

Τὸ δὲ λέγειν ἡγεῖσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σώζεσθαι τὴν [*](XXXIII) καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σώζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρούμενου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σώζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, εἶναι δὴ καὶ τὰ οὕτως γινόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἔστι, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα, πρὸς ἃ ποιοῦνται τοὺς λόγους; οὐ γὰρ εἰ ἐν τοῖς καθ’ ὁρμὴν ἐνεργουμένοις τὸ ἐφ’ ἡμῖν εἶναι συγκεχώρηται, διὰ τοῦ λόγου ἤδη πᾶν τὸ καθ’ ὁρμὴν ἐνεργούμενον ἐφ’ ἡμῖν. ταῦτα γὰρ μόνα τῶν καθ’ ὁρμὴν γινομένων τὸ ἐφ’ ἡμῖν ἔχει, ὅσα κατὰ λογικὴν ὁρμὴν ἐνεργεῖται. λογικὴ δ’ ἐστὶν ὁρμὴ ⟨ἡ⟩ ἐν τοῖς βουλευτικοῖς τε καὶ προαιρετικοῖς γινομένη, τουτέστιν ἡ τῶν ἀνθρώπων, ὅταν ἐπὶ τούτοις γίνηται. τῶν γὰρ ἄλλων ζῴων αἱ καθ’ ὁρμὴν ἐνέργειαι οὐ τοιαῦται, ὅτι μηκέτ’ ἐν ἐκείνοις ἐξουσία τοῦ καὶ μὴ ποιῆσαι τὸ καθ’ ὁρμὴν ἐνερ| γούμενον. διὸ ἐν ταῖς καθ’ ὁρμὴν τὸ ἐφ’ ἡμῖν, οὐ μὴν διὰ τοῦτο πᾶσα καθ’ ὁρμὴν ἐνέργεια γινομένη τὸ ἐφ’ ἡμῖν ἔχει.