De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

ἀλλὰ τῶν [*](ΧΧΧΙΙ) μὲν τοιούτων ἅλις (ἱκανὸν γὰρ ἐφ’ ἑκάστου τὸ ἐνδείξασθαι τὴν τῆς δόξης ἀτοπίαν), ἱκανῶς δ’ οἶμαι δεδηλῶσθαι, πῶς λέγεται τὸ ἐπὶ τῷ φρονίμῳ εἶναι τὸ φρονεῖν καίτοι μὴ δυναμένῳ μὴ φρονεῖν· οὐ γὰρ ὅτι νῦν, ὅτε ἐστὶ φρόνιμος, ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ (ἦν γὰρ ἂν καὶ τοῦ νῦν μὴ φρονεῖν κύριος), ἀλλ’ ὅτι πρὸ τοῦ τοιοῦτος γενέσθαι εἶχεν ὥσπερ δὲ τοῦ γενέσθαι οὕτως δὲ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος τὴν ἐξουσίαν, δι’ ἣν προειρήκαμεν αἰτίαν πρὸς τὸ γενέσθαι τοιοῦτος συνήργησεν αὑτῷ. ἐπὶ δὲ τῶν θεῶν οὐκ εἴη ἂν τὸ εἶναι τοιούτοις (ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις), ὅτι γάρ ἐστιν αὐτῶν ἐν τῇ φύσει τὸ τοιοῦτον, οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ. διὰ τοῦτο γὰρ τὰ μὲν ἐκείνων ἀγαθὰ τίμιά τε καὶ μακαριστά, μεῖζόν τι τῶν ἐπαινετῶν ἀγαθῶν ἔχοντα, ὅτι τὴν ἀρχὴν ἡ φύσις αὐτῶν ἀνεπίδεκτός ἐστιν, ἡμεῖς δὲ ἐπὶ τῇ κτήσει τῶν ἀρετῶν ἐπαινούμεθα, ὅτι, τῆς φύσεως ἡμῶν ἐπιδεκτικῆς οὔσης καὶ τοῦ χείρονος, οὐκ ὠκνήσαμεν πρὸς τὰ βελτίω, καὶ τῶν μὲν χειρόνων ἀνιδρωτὶ καὶ χωρὶς καμάτων περιγίνεσθαι δοκούντων, τῆς δὲ ἀρετῆς μετὰ πόνων τε καὶ μετὰ καμάτων καὶ πολλῶν ἱδρώτων. ἔχει μέντοι καὶ ὁ φρόνιμος ἐπὶ τῶν καθέκαστα πράξεων τοῦ καὶ μὴ πράττειν αὐτὰς τὴν ἐξουσίαν, εἴποτε κἀκείνοις πράξεις τινὲς γίνοιντο περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. οὐ γὰρ ἀφῄρηται τὴν ἐξουσίαν οὔτε ὁ Πύθιος τοῦ τῷ αὐτῷ χρῆσαί τε καὶ  μή, οὔτε ὁ Ἀσκληπιὸς τοῦ παρίστασθαι. πάντες γοῦν σχεδὸν ἄνθρωποι καταφεύγουσιν ἐπ᾿   αὐτόν, ἔνθα ἂν ἐπιφανέστατος ᾖ, πεπιστευκότες ὅτι τοῖς σπουδάζουσιν αὐτὸν ἔχειν ἰατρὸν μᾶλλον τῶν οὐ σπουδαζόντων ἐπιδίδωσιν αὑτόν.

[*](1 ἀναιρεῖν] ἀν add. v. c. V 2 ἂν addidi καὶ om. a¹² 3 ἢ Lond. 0 ου sic V: οὐ rel 7 δι a2 7. 8 τὸ— εἶναι τὸ φρονεῖν] ἐν μηδενὶ ὂν (ὂν φύσει ES) τὸ φρονεῖν φύσει γρ. ES 8 pr. τὸ] ὸ in lit. V φρονεῖν καίτοι] ρονειν καίτοι in mg. V1 δυναμένῳ μὴ scripsi: δυναμένων τὸ Va¹²: δυναμένου τὸ μὴ B²: δυναμένῳ τὸ οὐ Lond. 0: δυναμένῳ οὐ Cas.: [ μὴ] δυναμένῳ τότε οὐ coni. 0: δυναμένῳ τότε οὐ Casp. 0 ὅτι del. B²: ἔτι Gercke 10 alt. τοῦ ES: δὲ τοῦ V: / / / / τοῦ B: δὲ τοῦ a¹2: γὰρ τοῦ H mg.: δὴ τοῦ Casp. 0 11 καὶ δι᾿  ἣν Lond. 0 12 αὐτῷ V 13 οὐκ εἴη scripsi: οὐκέτ’ libri: οὐκ ἔστ’ ES τοιοῦτοι Gercke ὑπ’ ἐκείνων 0 14 τὸ add. HO 15 ἐπ’ αὐτῶν Gercke μὲν om. 0 16 μακάριστα V 17 αὐτῶν ⟨τοῦ χείρονος⟩ 0 ἀνεπίδεκτος ὧν ἐναντίων B² τῇ om. 0 κτίσει a¹² 19 καὶ] καίτοι Gercke fortasse recte 20 παραγίνεσθαι Casp. 0 22 εἴποτε] εἴτε V1 (corr. v. c) 24 ἀφήρτηται a2 τοῦ τῷ a¹2: τοῦ τῶ sic V: τούτῳ ES: του τῷ Cas. χρῆσαι Grotius (in vers.) Schwartz: χρῆσθαί τε καὶ v. c. V: χρήσεται καὶ V1 25 ἀσκληπιοσ V παρίστασθαι coni. 0: προίστασθαι libri fortasse παρίστασθαι ⟨τε καὶ μή) 27 οὐ v. c. Va¹²: ὡσ V1 28 αὐτὸν V)