De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων [*](XXIII) ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύσεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν, ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα τῷ κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν εἰ φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι.