De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

ἆρ’ οὖν τούτων οὕτως ἐχόντων [*](ΧΧΙV) ἀναιτίως τι γενήσεται καἴ τοῦθ’ ἡμῶν ὁ λόγος προξενεῖ; ἢ δύναται | [*](1 τῆν a2 3 γνωριμώτερος (mg. φανερώτερος) H 4 τούτοις a12: τοῦτο (ν supra alt. ο v. c.) V: τούτω τούτω B¹E λέγεται v. c. Va¹2: λέγονται V¹ 5 εἰρημένον V: εἰρημένων a¹2 πάντων τῶν V: περιῶ a2: περτῶν τῶν a1: τῶν Β² alt. τῶν om. a¹2 6 τούτῳ τῷ τρόπῳ Ο: τούτων τὸν τρόπον Cas. 7 συνῆρτῆσθαι sic V 8 οὐ φανερῶς om. a12 : φανερῶς om. Cas.: οὐ φανερωτέροις Ε 9 εἰκειότητα a2 ἀπατεῖν a1 10 ἵπον V 11 τὴν del. B² 12 ἡλικίας] κ in lit. V τὸ ποσὸν] τόπον a1 13 ἐλλείψεως a¹² alterum ἢ in lit. V 14 τῷ del. B²0 15 περιπτώματα a2 16.17 εἰ δ’ ὁ μὲν a¹2: εἴδομεν εἰ V: εἴδομεν εἰ Η 18 τρέφεται τρέφεται a12: τρέρηται τρέρηται Lond. 19 καρποφορῇ] alt. ο in lit. V 20 σησεπότα a2 ξηρανθέντα τῶν mg. E: ξηρανθέντα τὰ 0 21 διδημότητα a2 23 πᾶν τὸ Sehwartz: πάντα libri ἐνεργεῖ addidi 24 εὐθὺς] ς in lit. V 25, 26 λέγειν μὲν καὶ ταῦτα εἶναι σἴτια καταφεύγειν B² 26 fortasse αἰτίαν 29 ἔν ἐσται V 31 ⟨ἢ⟩ ἀναιτίως Scultess 0 λόγος] alt. ο in lit. V Suppl. Arist. ΙΙ 2 Alex. scripta minora.)

194
σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον τὸν τρόπον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς ἀλύσεως τῶν σἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ σἴτιον περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας, οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’ εἱμαρμένην τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’ αὐτόν. εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον οἰκίαν γενέσθαι, οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον, ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ τοῖς ὑστέροις γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑρεθεὶς θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι᾿  αὐτόν. τὰ μὲν γὰρ κυρίως αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται τῶν τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον.