Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης [*](ΧΧΙΙ) ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναργῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων [*](1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.: ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9 τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. fortasse τῷ 11. 12 πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0: γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0 18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19 παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20 alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον ἂν add. Schwartz 24 αυτοὺσ V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους a¹² 30 ἐφόσον V 31 αὐτῷ V)
192
διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐτῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕτως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν
[*](2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ] ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v. c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18 ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.: ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener: διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas. Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V) 193
ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα.