De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
Τὸ σῶμα διὰ σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων καὶ διὰ τούτων χωροῦντος θατέρου διὰ θατέρου, ἄλλος ὁ λόγος (ἀτοπίας δ᾿ ἔχει, καὶ ἅμα οὐ σῶμα διὰ σώματος γίνεται, ἀλλὰ σῶμα διὰ κενοῦ διῆκον), εἰ δὲ μὴ διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ ἐνεργείᾳ οἷς τοῦτο ἀρέσκει), ἀλλὰ μεστόν τι ὂν αὐτοῦ σῶμα ἄλλο δεξάμενον αὐτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὐτῷ οὐδὲν ηὐξήθη, ἀλλ᾿ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὐτῷ ἄλλο σῶμα, τόδε δὲ οὔ, εἴ γε τὸ σῶμα δέξεται καὶ παρεκταθήσεται καὶ ἰσωθήσεται [*](4 ὃ τί scripsi, ὅτι VKa 8 ἀτοπώτατον V: ἄτοπον K ex. Vict.: ὃ τόπον a 12 αὐτῷ VKa 18 ἀπολειφθείσης Ka 19 οὐχ K: οὐ Va 20 τὰ δυνάμενα κτλ.] cf. 143,22 34 μεστόν V: μέσον Ka ὂν αὐτοῦ VKa δεξάμενον αὑτοῦ scripsi: δεξάμενον αὐτοῦ m1, δεξάμενον m2 V: δεξάμενον Ka 35 αὐτῷ VKa 36 ἐν αὐτῷ VKa)
οὐδὲ γάρ, διότι λεπτότερον τὸ πῦρ τοῦ ὕδατος, διὰ τοῦτο ἐκεῖνο μένον οὐσίαν προσδέξεται, τὸ δὲ ὕδωρ παχύτερον ὂν οὐκέτι.
ἐπίσης γὰρ πλῆρες τὸ λεπτομερέστερον τῷ παχυμερεστάτῳ, εἰ μηδαμοῦ χώρα κενοῦ σώματος.
ἔτι εἰ παχύτερος χαλκὸς ὕδατος, πῶς χρυσῷ χαλκὸς μὲν μίγνυται, ὕδωρ δὲ οὔ;
καὶ καττίτερος χαλκῷ, ἔλαιον δ’ οὔ;