De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
καὶ μολίβδῳ χαλκὸς μὲν μίγνυται, κηρὸς δὲ οὔ;
ὅσον γὰρ ἐπὶ τῷ λόγῳ, ἢ πᾶν παντὶ ἐχρῆν μίγνυσθαι, ἢ ταῦτα μᾶλλον ἐκείνων, ἤ, ὅπερ εὔλογον, μηδὲν μηδενί.
εἰ γὰρ πόρους αἰτιῶνται, οὐκέτι γίγνεται πᾶν παρεκτεινόμενον παντί, ἀλλὰ παράθεσις ἂν εἴη καὶ τὸ κενὸν αἴτιον ἂν οὕτως λέγοιεν.
ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει.
τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων.