De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς ἐὰν διὰ βραχείας ὀπῆς εἰς οἶκόν τινα σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον;

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς οἷόν τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι;

ἔδει γὰρ ἐν πλείονι χρόνῳ τὰ πλέον ἀφεστῶτα, εἴ γε παντὸς σώματος ἡ τοπικὴ κίνησις ἐν χρόνῳ.

ὅτι δὲ ἅμα τὸ φῶς καὶ ἐν τῷ ἐγγυτάτῳ καὶ ἐν τῷ πορρωτάτῳ γίνεται διαστήματι τῷ οἵῳ τε φωτίζεσθαι, ἐν ταὐτῷ τοῦ φωτίζοντος μένοντος, ἐναργές.

ἔτι εἰ τὸ φῶς σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;